14. Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην ἀκρωτηρίων ψύξις
15. κακόν.
17. Γίνεται μὲν ὡς καὶ πρόσθεν ἐῤῥέθη καὶ διὰ μέγεθος
18. φλεγμονῆς σπλάγχνων ἡ τῶν ἀκρωτηρίων ψύξις. γίνεται δὲ
1. καὶ διὰ λειποψυχίαν ἢ τὸ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν
2. ἢ τὸ πνίγεσθαι διὰ πλῆθος καὶ μάλισθ’ ὅταν ψυχρὸν
3. εἴη. γίνεται δὲ καὶ διὰ ὀδύνην ἰσχυρὰν ἐν τοῖς μέσοις
4. τοῦ σώματος ὑπάρχουσαν, δι’ ἣν συστέλλεται μὲν ἡ
5. φύσις εἰς ἑαυτὴν, ἕπεται δ’ αὐτῇ καὶ τὸ αἷμα καταλεῖπον
6. οὐ μόνον τὰ ἀκρωτήρια τοῦ σώματος, οἷον πόδας καὶ χεῖρας
7. καὶ κεφαλὴν, ἀλλὰ καὶ σύμπαν τὸ δέρμα. μερικὴν οὖν τινα
8. αἰτίαν εἴρηκεν ὁ Ἱπποκράτης ἐν τῷδε τῷ λόγῳ, ψύξεως
9. ἀκρωτηρίων, ὥσπερ καὶ κατ’ ἄλλους πολλοὺς ἐδείχθη λόγους
10. τοῦτο πράττων, καὶ θαυμαστὸν οὐδέν ἐστι τὸν ἐξευρίσκοντα
11. πρῶτον πολλὰ μὴ πάντων ὁμοῦ τὴν εὕρεσιν, ἀλλ’ ἑκάστου
12. κατὰ μέρος ποιεῖσθαι.