15. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγινόμενος ἐκτρῶσαι
16. ποιέει.
1. Περὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον ὁ τεινεσμὸς
2. γίνεται τὴν αὐτὴν ἔχων αἰτίαν τε καὶ διάθεσιν, ἣν ἐν ταῖς
3. δυσεντερίαις λαμβάνει τῶν ἄλλων τι τῶν ὑπερκειμένων ἐντέρων.
4. ὠνομάσθαι δὲ τὸ πάθος ἀπὸ τῆς τάσεώς φασι
5. τῆς γινομένης κατ’ αὐτὴν, δι’ ἣν καὶ προθυμούμενοι σφοδρῶς
6. ἀποπατεῖν ἐξανίστανται συνεχῶς. διὰ τὴν τοιαύτην
7. οὖν ἔντασίν τε καὶ κακοπάθειαν τό τ’ ἄλλο πᾶν σῶμα κάμνει
8. καὶ μάλιστα πάντων ἡ μήτρα, συμφυὴς οὖσα τῷ ἀπευθυσμένῳ.
9. θαυμαστὸν δ’ οὐδὲν ἐπὶ σφοδραῖς τε καὶ συνεχέσιν
10. ἐξαναστάσεσι καὶ τάσεσι ἐκτιτρώσκεσθαι τὸ κυούμενον,
11. ὅτε καὶ ἐπὶ ταῖς ἄλλαις σφοδραῖς ἤτοι κινήσεσιν ἢ ὀδύναις
12. τῆς κυούσης ἐκτιτρώσκεσθαι πέφυκεν.