8. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἰσχυρὴ ἐπιγένηται,
9. λύει τὴν νοῦσον.
11. Σύνηθές ἐστι τοῖς ἄλλοις ἰατροῖς ὀνομάζειν τινὰ λευκοφλεγματίαν
12. ὕδερον ἤγουν ὡς καὶ πελιδνοῦ τινος φλέγματος
13. ἢ ὡς κατὰ μὲν τὸν ἑαυτοῦ λόγον ὑπάρχοντος ἀεὶ λευκοῦ,
14. δι’ ἐπιμιξίαν δέ τινα τῶν ἄλλων χυμῶν μεταβάλλοντος
15. τὸ ἀκριβὲς τῆς χρόας. δύναται δὲ καὶ ὡς ἐν τῷ περὶ ἄρθρων
16. ἔγραψε· σπόνδυλοι δ’ οἱ κατὰ ῥάχιν οὐχ ὡς οὐκ
17. ὄντων τῶν σπονδύλων ἑτέρωθι διοριζόμενος, ἀλλ’ ἁπλῇ προσθήκῃ
1. χρώμενος, οὕτως κἀνταῦθα χωρὶς διορισμοῦ τὴν
2. προσθήκην τοῦ λευκοῦ πεποιῆσθαι. τὸ δ’ ὑπὸ διαῤῥοίας
3. ἰσχυρᾶς ἢ χρονίας, ἑκατέρως γὰρ γράφεται, λύεσθαι τὴν
4. τοῦ λευκοῦ φλέγματος πλεονεξίαν κοινὸν καὶ πρὸς ἄλλα πολλὰ
5. τῶν οὕτως εἰρημένων αὐτῷ.