10. Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ κακόν.
12. Οἷόν τι πάθος τοῖς μυσὶν ὁ σπασμός ἐστι, τοιοῦτον
13. ἐν τῷ στομάχῳ γίνεται ἡ λὺγξ, ὑγροῖς ἀνιῶσιν ἐπιγινομένη,
14. ποτὲ μὲν ὅλην τὴν κοιλίαν, ὡς τὰ πολλὰ δὲ τό τε στόμα
15. καὶ τὸν στόμαχον αὐτῆς, ἃ καὶ ἐν τοῖς ἐμέτοις ἀποῤῥίψασα,
16. παραχρῆμα παύεται τῆς λυγγός. ὡς ὅταν γε μηδ’ ὑπὸ
17. τούτων παύηται, δυοῖν θάτερον ἐνδείκνυται, ἤτοι τὴν ἀρχὴν
18. τῶν νεύρων τὸν ἐγκέφαλον ἢ τὴν γαστέρα φλεγμαίνειν
1. οὐ μετρίαν φλεγμονήν. τὸ δὲ τῶν ὀφθαλμῶν ἔρευθος ἕπεται
2. ἀμφοτέροις, καὶ μᾶλλόν γε ταῖς κατὰ τὸν ἐγκέφαλον
3. φλεγμονώδεσι διαθέσεσιν.