8. Ὁκόσοισιν ἀφρώδεα τὰ ὑποχωρήματα ἐν τῇσι διαῤῥοίῃσι,
9. τουτέοισιν ἀπὸ τῆς κεφαλῆς φλέγμα καταῤῥεῖ.
11. Ἀδιορίστως εἴρηται τοῦτο, γένοιτο μὲν γὰρ ἄν ποτε
12. τὸ διαχωρούμενον ἀφρῶδες, ἐκ τῆς κεφαλῆς ἐπιῤῥέοντος
13. ὑγροῦ πνευματώδους εἰς τὴν γαστέρα· γένοιτο δ’ ἄν ποτε
14. καὶ τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων ἐκχεόντων αὐτό.
15. συσταίη δ’ ἂν ἐνίοτε καὶ κατὰ τὴν γαστέρα, μίαν μὲν ὡς
16. ἂν εἴποι τις, ἔχον αἰτίαν συνεκτικὴν, ὅπως ἂν ἐκκρίνηταί
17. τε καὶ γένηται, προηγουμένας δὲ πλείους. ἔστι δὲ ἡ συνεκτικὴ
18. τοῦ τοιούτου φλέγματος αἰτία πνεῦμα φυσῶδες ἐν τῇ πρὸς
1. ὑγρότητα μίξει σφοδρᾷ καὶ ἀνωμάλῳ κινήσει κεχρημένον,
2. ὡς αὐτό τε θραυσθῆναι καὶ τὸ φλέγμα θραῦσαι κατὰ πολλὰ
3. καὶ σμικρὰ μόρια. τῆς δὲ τοιαύτης αὐτῷ κινήσεως ἥ τε
4. οἰκεία φύσις αἰτία καί ποτε καὶ πλῆθος θερμασίας. οὕτως
5. γοῦν ἐπὶ τε τῶν ἑψημένων ἀφρὸς ὁρᾶται καὶ μάλισθ’ ὅταν
6. ᾖ γλίσχρα τὴν φύσιν, ἔν τε τῇ θαλάττῃ κατὰ τὰς βιαίας
7. τῶν ἀνέμων ἐμβολάς. ὅσοι δὲ ἡγοῦνται διὰ τοῦ πνεύμονος
8. εἰς τὴν γαστέρα τὴν ὁδοιπορίαν γίνεσθαι τῷ φλέγματι καὶ
9. διὰ τοῦτο ἀφρῶδες αὐτὸ φαίνεσθαι, οὐκ οἶδα τί φήσουσιν
10. ἐπὶ τῶν ἀπὸ κεφαλῆς σαφῶς εἰς πνεύμονα ῥευματιζομένων.
11. ἐχρῆν μὲν γὰρ αὐτοὺς ἀφρώδη διαχωρεῖν. οἱ δ’ οὔτε διαχωροῦσιν
12. οὔτ’ ἀναβήττουσιν ἀφρώδη, καίτοι πολλάκις ἐναργῶς
13. αἱ τραχεῖαι κατὰ σπλάγχνον ἀρτηρίαι πλήρεις εἰσὶ
14. τοῦ καταῤῥέοντος ἐκ τῆς κεφαλῆς, ὃ πεφθὲν μὲν ἀναπτύεται
15. πύῳ παραπλήσιον, ἀφρῶδες δ’ οὐ γίνεται. ἀλλ’ οὐδ’
16. αἷμα διὰ παντὸς ἀφρῶδες ἀναπτύουσιν ἐκ πνεύμονος. ἔοικεν
17. οὖν ὅταν ἐξ αὐτῆς τοῦ σπλάγχνου τῆς ἰδίας οὐσίας
1. συναναφέρηταί τι ἀφρῶδες γίνεσθαι τὸ αἷμα. πτύουσί γε
2. μὴν καὶ οἱ πλευριτικοί ποτε τὸ ἀφρῶδες, ἔτι τε σπανιώτερον
3. αὐτῶν μᾶλλον οἱ περιπνευμονικοί. θερμασίας δέ μοι
4. δοκεῖ ἀκράτου τε καὶ πυρώδους ἠθροισμένης ἐν τοῖς πάσχουσι
5. μορίοις. εἰ δὲ τὸ καταῤῥέον ἐκ τῆς κεφαλῆς εἰς
6. τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, ὡς ἔνιοί φασι, διεξέρχεται
7. κάτω, πρῶτον μὲν εἰς τὰς τῆς καρδίας κοιλίας αὐτὸ
8. παραγίνεσθαι δεήσει, μετὰ δὲ τοῦτο δυοῖν θάτερον, ἤτοι
9. διὰ τῆς κοίλης φλεβὸς εἰς μὲν τὰ κυρτὰ τοῦ ἥπατος πρῶτον,
10. εἶτα ἐκεῖθεν εἰς τὰ σιμὰ καὶ οὕτως διὰ τῶν
11. πυλῶν εἰς τὰς τῶν ἐντέρων ἕλικας, ἢ πρῶτον μὲν εἰς τὴν
12. μεγάλην ἀρτηρίαν, εἶθ’ οὕτως εἰς τὴν τοῦ μεσεντερίου. καὶ
13. πῶς ἂν ἔτι μένειν ἀφρῶδες ἀναμιχθέν τε τῷ αἵματι καὶ
14. τοσαύτας διεξελθὸν ἅμα αὐτῷ φλέβας.