8. Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ,
9. ὀξείην ἀῤῥωστίην σημαίνει.
11. Τὸ μὲν χολῶδες ἀεὶ ὀξείας ἐργάζεται νόσους.
12. εἴρηται γὰρ ἡμῖν ὅτι τὸν πικρόχολον χυμὸν οὕτως ὀνομάζειν
13. ἔθος ἐστὶ τοῖς παλαιοῖς ἰατροῖς, ὡς τόν γε μελαγχολικὸν
14. ἀεὶ μετὰ προσθήκης λέγουσιν, οὐχ ἁπλῶς χολὴν ὡς
15. τὴν ξανθὴν, ἀλλὰ μέλαιναν χολήν. τὸ δ’ ἄνωθεν λεπταὶ,
16. τουτέστιν ὑδατώδεες. οὕτω γὰρ εἴωθε χρῆσθαι τῇ τοῦ
17. λεπτοῦ προσηγορίᾳ ὁ Ἱπποκράτης, δόξειεν ἂν οὐ καλῶς
18. εἰρῆσθαι. τὸ γὰρ ὑδατῶδες οὖρον ἄπεπτόν ἐστι καὶ χρόνιον.
1. ἐγὼ γοῦν οὐκ ἐθεασάμην ποτὲ οὖρον ὡς τὸ ὑφιστάμενον
2. ἐν αὐτῷ χολῶδες εἶναι, τὸ δ’ ἐπιπολάζον ὑδατῶδες.
3. οὐκ ἀλόγως οὖν ἔνιοι τῶν ἐξηγητῶν ἔφασαν οὐ τόπου δηλωτικὸν,
4. ἀλλὰ χρόνου τὸ ἄνωθεν ἐπίῤῥημα νῦν εἶναι, καθάπερ
5. εἰ καὶ οὕτως εἴρηται. τῶν οὔρων αἱ ὑποστάσεις,
6. ὅταν ἐξ ἀρχῆς μὲν ὦσι λεπταὶ, μετὰ δὲ ταῦτα χολώδεις
7. γεννηθῶσιν, ὀξεῖαν ἀῤῥωστίαν δηλοῦσιν.