10. Ὁκόσοισι δὲ διεστηκότα οὖρα γίνεται, τουτέοισι ταραχὴ
11. ἰσχυρὴ ἐν τῷ σώματί ἐστι.
13. Τὰ διεστηκότα κυρίως μὲν ἀκούοντι ἀδύνατόν τι δηλώσει.
14. συνεχὲς γὰρ ἑαυτῷ τὸ οὖρόν ἐστιν ἀεὶ μηδεμίαν ἐν
15. τῷ μέσῳ χώραν ἔχον κενήν. εἰ δὲ τὸ κατὰ τὴν σύστασιν
16. ἀνώμαλον εἰρῆσθαι δεχοίμεθα, δεόντως εἶπε ταραχὴν ἰσχυρὰν
17. αὐτὸ σημαίνειν. ἐπικρατούσης μὲν γὰρ τῆς φύσεως
1. ὁμαλῶς ἥνωται πάντα, στασιαζόντων δὲ τῶν νοσωδῶν αἰτίων
2. αὐτῇ, τὸ μὲν κρατούμενόν τε καὶ πεττόμενον ἑτέραν
3. ἴσχει τὴν ἰδέαν, τὸ δὲ ἀνθιστάμενόν τε καὶ στασιάζον ἑτέραν.
4. καὶ ὅταν γε πλείω τὰ τοιαῦθ’ ὑπάρχει, ποικιλωτέραν
5. ἀποφαίνει τὴν ἀνωμαλίαν τῶν οὔρων καὶ τὴν αἰτίαν αὐτῶν
6. τὴν ταραχήν.