9. Ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες νεφριτικὰ
10. σημαίνουσι καὶ μακρὴν ἀῤῥωστίαν ἔσεσθαι.
12. Πομφόλυγες γίνονται περιτεινομένης ὑγρότητος
13. φυσώδει πνεύματι. μᾶλλον δὲ εἴωθε τὸ τοιοῦτον συμβαίνειν,
14. ὁπόταν ἔχῃ τι γλίσχρον ἡ ὑγρότης. τηνικαῦτα δὲ
15. καὶ αἱ πομφόλυγες αὗται δύσλυτοί τε καὶ μόνιμοι γίνονται.
16. σημεῖον οὖν ἐστι τὸ συνεκκρίνεσθαι τοῖς οὔροις πνεῦμα
17. φυσῶδες ἀῤῥωστίας νεφρῶν ψυχρᾶς. ἡ τοιαύτη γὰρ ἀθροίζει
18. τὸ φυσῶδες πνεῦμα καὶ διὰ τοῦτό φησιν ἔσεσθαι τὴν
1. ἀῤῥωστίαν μακράν. τὸ γὰρ ψυχρὸν ἅπαν δύσλυτόν τε καὶ
2. δύσπεπτόν ἐστι καὶ διὰ τοῦτο χρόνιον. ἔνιοι δὲ φασιν
3. ὑπὸ τῆς δριμύτητος τῶν οὔρων ἀνεστομωμένας τὰς κατὰ
4. νεφροὺς ἀρτηρίας ἐκκρίνειν τι τοῦ πνεύματος, ὃ συνεξερχόμενον
5. τοῖς οὔροις τὰς πομφόλυγας ἐργάζεται.