8. Ὁκόσοισι δὲ λιπρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ
9. καὶ ὀξέα σημαίνει.
11. Εἴτε διαχώρησις εἴτ’ οὖρον ᾖ λιπαρὸν, ἐπὶ συντήξει
12. γίνεται πιμελῆς οὐ μᾶλλόν τι τῆς κατὰ τοὺς νεφροὺς ἢ
13. τῆς καθ’ ὅλον τὸ ζῶον. ὅθεν οὐδὲ νεφριτικὸν ἰδίως ἐστὶ
14. τὸ σημεῖον, ἀλλὰ κοινὸν ἁπάσης πιμελῆς τηκομένης ὑπὸ
15. θερμασίας πυρώδους· ἢ τοίνυν οὕτως ἀκουστέον ἐστὶν ὡς
16. ἐπὶ τῶν νεφριτικῶν εἶναι ὁμολογουμένων, οὐ τὸ γένος τοῦ
17. πάθους, ἀλλὰ τὴν ὀξύτητα διαγινώσκοντός τε καὶ προλέγοντος
18. ἐν τῷδε τοῦ Ἱπποκράτους ἢ τὰ νεφριτικὰ μεταγραπτέον,
1. ὡς ἔνιοι τῶν ἐξηγησαμένων ἐποίησαν εἰς τὰ φρενιτικά.
2. καίτοι γε τοῦτο οὐδὲ φρενίτιδος μόνης σημεῖον οὔτε
3. τῆς ἁπλῶς οὔτε τῆς διακαοῦς, ἀλλὰ παντὸς συντήκοντος
4. πυρετοῦ. τό γε μὴν ἀθρόον προσκείμενον τῷ λόγῳ δύναται
5. μὲν καὶ τὴν τοῦ χρόνου βραχύτητα δηλοῦν, δύναται δ’
6. οὐδὲν ἦττον καὶ τὴν τοῦ τόπου τὸ γὰρ ἐσφιγμένον ἑαυτῷ τε
7. συνεχόμενον ἀθρόον ὀνομάζομεν, ἐναντίον ὑπάρχον τῷ διεσπασμένῳ.
8. ταυτὶ μὲν οὖν ἄχρι τοσούτου καὶ τοῖς διδασκάλοις
9. ἡμῶν ἡρμήνευται. τὸ δέ μοι δοκοῦν ἤδη φράσω·
10. τὸ ἀθρόον προσκείμενον τῷ λόγῳ δοκεῖ μοι κατὰ τοῦ χρόνου
11. λελέχθαι καὶ διὰ τοῦτο τῆς περὶ τοὺς νεφροὺς πιμελῆς
12. ἐνδείκνυσθαι τῆξιν. αἱ γοῦν ἐν ἄλλοις μέρεσι τοῦ ζώου
13. τηκόμεναι πιμελαὶ κατὰ βραχὺ καὶ οὐκ ἀθρόως ἐπὶ τὴν οὔρησιν
14. ἀφικνοῦνται, μεταλαμβανομένης τῆς συντήξεως εἰς
15. τὰς πρώτας μὲν τὰς πλησίον αὐτῆς φλέβας, ἐφεξῆς δὲ τὰς
16. συνεχεῖς. εἶτ’ αὖθις εἰς ἄλλας τε καὶ ἄλλας μέχρι
17. περ ἂν ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. τῆς δὲ περὶ τοὺς νεφροὺς
18. πιμελῆς τακείσης μετάληψις εἰς οὖρα ταχίστη τε
1. ἅμα καὶ οὐ κατὰ βραχύ. πᾶσα δὲ ἀθρόως γίνεται καὶ
2. διὰ τοῦτο περὶ τοῖς νεφροῖς αὐτοῖς ἐνδείκνυται τὴν διάθεσιν
3. ὑπάρχειν. τούτῳ καὶ τὴν πεῖραν εὑρήσεις μαρτυροῦσαν,
4. ἐὰν ἀκριβῶς παραφυλάττῃς. καὶ μέντοι καὶ διττῆς
5. οὔσης γραφῆς, ἔν τισι μὲν γὰρ ἀντιγράφοις ἐπίστασις, ἔν
6. τισι δὲ ὑπόστασις γέγραπται, τὴν προτέραν ἀληθεστέραν
7. εἶναί φαμεν· ἐφίσταται γὰρ ἀεὶ τὸ λιπαρὸν, οὐχ ὑφιζάνει.
8. καὶ μέντοι καὶ τῇ τοῦ πρόσθεν ἀφορισμοῦ λέξει συμφωνεῖ
9. μᾶλλον ἡ τοιαύτη γραφή. κατ’ αὐτὴν γὰρ εἶπεν ὁ Ἱπποκράτης,
10. ὁκόσοισι δὲ ἐπὶ τοῖς οὔροις πομφόλυγες ἐφίστανται,
11. νεφριτικὰ σημαίνει καὶ μακρὴν τὴν ἀῤῥωστίαν ἔσεσθαι.
12. ἀκόλουθον οὖν τὸ ἐφίστανται τοῖς ἐφεξῆς εἰρημένοις ἐστίν.
13. ὁκόσοισι δὲ λιπαρὰ ἡ ὑπόστασις καὶ ἀθρόως, τουτέοισιν
14. νεφριτικὰ σημαίνει καὶ ὀξείην τὴν νόσον ἔσεσθαι.