17. Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα
18. ξυμβαίνει σημεῖα, πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους
1. γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, καὶ τὰ
2. ἀποστήματα προσδέχου ἐσόμενα ἔξω· ἢν δὲ μᾶλλον οἱ
3. πόνοι περὶ τοὺς εἴσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα
4. προσδέχου μᾶλλον ἐσόμενον εἴσω.
6. Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς διαγνωστικὰ σημεῖα
7. πασχόντων νεφρῶν ἔγραψεν, ἐν τούτῳ δὲ περὶ τῶν
8. ὁμολογουμένων ἐκ πλείονος χρόνου νεφριτικῶν εἶναι διδάσκει,
9. λέγων ἐπ’ αὐτῶν ἀπόστασιν ἔσεσθαι τοῖς προγεγραμμένοις
10. σημείοις προελθόντος πόνου, τουτέστιν ἀλγήματος
11. κατὰ τοὺς ῥαχιαίους μῦς, οὓς καὶ ῥαχίτας ὀνομάζουσιν οἱ
12. ἰατροί. διττὸν δέ ἐστι γένος τῶν μυῶν τούτων, ἓν μὲν ὄπισθεν
13. ὑπὸ τῷ δέρματι περιλαμβάνον ἑκατέρωθεν ὅλην τὴν
14. ἄκανθαν, ἕτερον δ’ ἐν τοῖς πρόσω μέρεσιν ἐπιτεταμένον
15. οὐ καθ’ ὅλης τῆς ῥάχεως, ἀλλὰ μόνων τῶν κατ’ ὀσφὺν μερῶν.
16. καθ’ ὁποτέρους οὖν αὐτῶν ἐρείδῃ τὸ ἄλγημα καὶ τὴν
17. ἀπόστασιν ἐκεῖ γενήσεσθαι προσδέχου. πότερον δὲ τῶν νεφρῶν
18. αὐτῶν ἐκπυησάντων ἢ μόνων τῶν μυῶν ἤ ποτε καὶ
1. συναμφοτέρων οὐκέτι διώρισεν. ἡ μέντοι πεῖρα δείκνυσιν
2. ἅπαντα τὰ γινόμενα. καὶ γὰρ οἶς μύες ἐνίοτε μόνοι τοῦτο
3. πάσχουσιν, ἤτοι γε οἱ ἔνδον τε πρόσω ἢ οἱ πίσω τε καὶ
4. ἔξω καὶ χωρὶς τῶν μυῶν, οἱ νεφροὶ ποτὲ μὲν εἴσω, ποτὲ δὲ
5. ἔξω ῥεπούσης αὐτοῖς τῆς ἀποστάσεως.