8. Ὁκόσοι αἷμα ἐμέουσιν ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον,
9. ἢν δὲ ξὺν πυρετῷ, κακόν. θεραπεύειν δὲ τοῖς ψυκτικοῖσιν
10. ἢ στυπτικοῖσιν.
12. Ἐμεῖται μὲν ἐκ στομάχου καὶ γαστρὸς, ἀναβήττεται δὲ
13. τὰ ἐκ τῆς τραχείας ἀρτηρίας ἀναφερόμενα καὶ πνεύμονος.
14. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον εἰρῆσθαί φασι
15. τὸ ἐμέουσι καὶ κατὰ τῶν ἐξ ἀρτηρίας τε καὶ πνεύμονος
16. ἀναγόντων αἷμα. καίτοι γε σωτήριον εἶναι τοῦτο τὸ πάθημα,
17. τουτέστι θεραπευθῆναι δυνάμενον, ὅταν μὴ πυρέττωσιν
1. οἱ κάμνοντες, οὐκ ἀληθές. εἰ γὰρ καὶ ὅτι μάλιστα
2. χωρὶς πυρετοῦ τις ἐκ πνεύμονος ἀναβήττοι τὸ αἷμα, κίνδυνός
3. ἐστι καὶ τούτῳ μὴ θεραπευθῆναι καὶ πάντως, χρονίζοντος
4. αὐτοῦ γενήσονται ὕστερον καὶ οἱ πυρετοί. διὰ
5. τοῦτο μὲν οὖν ἄμεινον ἀκούειν τοῦ ἐμέουσιν ὀνόματος ὡς
6. κυρίως εἰρημένου, προσεπισκοπεῖσθαί τε καὶ διορίζεσθαι τό
7. τ’ ἀκίνδυνον ἐν αὐτῷ καὶ τὸ κινδυνῶδες ἐκ τοῦ πυρέττειν
8. ἢ μή. τοῖς μὲν γὰρ ἀπυρέτοις εὔδηλον ὡς οὐδεμία φλεγμονὴ
9. κατὰ τὸν τόπον ἐστὶν, ὅθεν ἀναφέρεται τὸ αἷμα,
10. ὥστε ἤτοι κατ’ ἀναστόμωσιν ἀγγείου γίνεσθαι τὸν ἔμετον
11. τοῦ αἵματος ἢ μεθ’ ἑλκώσεως, ἀλλὰ χωρὶς φλεγμονῆς. θεραπεύεται
12. δὲ τὰ χωρὶς φλεγμονῆς ἕλκη ῥᾳδίως τοῖς στυπτικοῖς.
13. ὅσον δὲ σὺν φλεγμονῇ τε ἅμα καὶ πυρετοῖς ἐστι,
14. μὴ ὅτι θεραπείας τυχεῖν, ἀλλ’ οὐδ’ ἐπὶ ταὐτοῦ δύναται
15. διαμεῖναι μεγέθους, ἀεὶ γὰρ μείζω καὶ κακοηθέστερα
16. γίνονται.