2. Κατάῤῥοι ἐς τὴν ἄων κοιλίην ἐκπυοῦνται ἐν ἡμέρῃσιν
3. εἴκοσιν.
5. Ἄνω κοιλίαν νῦν ὀνομάζει τὴν ὑπὸ τοῦ θώρακος
6. περιγραφομένην, ἣν ὁ πνεύμων κατείληφε καὶ διὰ
7. τοῦτο εἰς τοῦτον ἐκ τῆς κεφαλῆς ὁ κατάῤῥους φέρεται διὰ
8. τῆς τραχείας ἀρτηρίας. ἐκπυΐσκεται δὲ τὸ πλεῖστον ἐν
9. ἡμέραις εἴκοσι καὶ οὐχ ὡς οἱ πλεῖστοι γράφουσιν, ἡμέραις
10. εἴκοσι μιᾷ. διὰ παντὸς γὰρ ὁ Ἱπποκράτης τὴν κ΄ ἡμέραν
11. κρίσιμον, οὐ τὴν κα΄ οἶδεν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν
12. ὑπομνήμασιν ἔδειξα.