12. Ἤν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται ἢ ἀπόπληκτόν τι
13. τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.
15. Ἀκρατῆ μὲν ὀνομάζει γλῶσσαν ἤτοι τὴν ἀστήρικτον
16. ὡς μὴ διαθροῦσαν ἀκριβῶς τὴν φωνὴν ἢ τὴν ἀκίνητόν τε
17. καὶ παραλελυμένην παντάπασιν. ἀπόπληκτον δέ
18. τι τοῦ σώματος τὸ παραλελυμένον. διὰ τί δὲ ἐξαίφνης γινόμενα
1. ταῦτα μελαγχολικὰ ὑπάρχειν φησὶν οὐκ οἶδα. μελαγχολίας
2. μὲν γὰρ, ἣν δὴ καὶ συνήθως ἅπαντες Ἕλληνες
3. ὁμολογοῦσιν, ὀρθῶς εἴρηται πρὸς αὐτοῦ τὰ τοιαῦτα γνωρίσματα,
4. ἢν φόβος ἢ δυσθυμία πολὺν χρόνον ἔχουσα διατελέῃ,
5. μελαγχολικὸν τὸ τοιοῦτον. ἄλλως δὲ μελαγχολικὰ λέγομεν
6. εἶναι πάθη τούς τε καρκίνους καὶ τοὺς ἰλέφαντας, ἔτι τε
7. λέπρας καὶ ψώρας καὶ μέλανας ἀλφούς. ἀλλ’ οὐδὲ τῶν
8. τοιούτων παθῶν τινος οὔτε τῆς ὑπὸ πάντων ὀνομαζομένης
9. μελαγχολίας ὁρᾶται προηγουμένη γλώσσης ἀκράτεια, καθάπερ
10. οὐδὲ μορίου τινὸς ἀποπληξία. λοιπὸν οὖν ἐστι λέγειν,
11. ὥσπερ ἐπὶ τεταρταίου πυρετοῦ, μελαγχολικὸν εἶναί φαμεν
12. αἴσιον τὸν τῆς περιόδου χυμὸν, οὕτω καὶ τῶν εἰρημένων
13. παθημάτων, τῆς τε κατὰ τὴν γλῶτταν ἀκρατείας καὶ τῆς
14. τοῦ μορίου παραλύσεως. καὶ δυνατόν γε τῷ πάχει τοῦ χυμοῦ
15. τὰ τοιαῦτα ἀκολουθῆσαι παθήματα, καθάπερ τῷ παχεῖ
16. τε καὶ γλίσχρῳ φλέγματι, οὔκουν ἁπλῶς μελαγχολικὸν
17. ἐροῦμεν εἶναι τῶν εἰρημένων ἑκάτερον, ὥσπερ οὐδὲ φλεγματικὸν
1. ἁπλῶς, ἀλλὰ φλεγματικὸν καὶ μελαγχολικόν. τὸ δὲ
2. ἐξαίφνης πρόσκειται τῷ λόγῳ διὰ τὰς κατὰ βραχὺ γιγνομένας
3. βλάβας, ἐπί τε φλεγμονῇ σκιῤῥουμένῃ καὶ δυσκρασίᾳ
4. δυσλύτῳ.