Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 7.42, ed. Kühn, 1827, vol. 18a, p. 144-147. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:7.42


15. Ἤν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ
16. καταχεομένου ἐπὶ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ
17. γίνεται.

1. Δηλοῖ σαφῶς ἐν τούτῳ τῷ λόγω μὴ πάντας
2. ἀπὸ χολῆς γίνεσθαι τοὺς πυρετούς. δηλοῖ δὲ καὶ ὅτι πλὴν
3. τῶν ἐπὶ χολῆς γινομένων οἱ λοιποὶ πάντες ὕδατος πολλοῦ
4. καταχεομένου ἐπὶ τῆς κεφαλῆς λύονται. κατὰ τοῦτον γοῦν
5. τὸν λόγον κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Μελίτωνος
6. ἔγραψε, λουτροῖς ἐχρήσατο κατὰ τῆς κεφαλῆς. οἵ τε γὰρ
7. ἐπ’ ἐγκαύσει καὶ ψύξει γινόμενοι πυρετοὶ πρὸς τῶν τοιούτων
8. ὀνίνανται λουτρῶν, οἵ τ’ ἐπὶ κόποις οὐδὲν ἧττον, οἵ τε
9. διὰ στέγνωσιν πόρων, εἴτε δι’ ἔμφραξιν εἴτε διὰ μύσιν
10. στεγνωθέντων. ἀναπνεῦσαι γὰρ ἐπ’ αὐτῶν χρὴ καὶ διαφορηθῆναι
11. τὴν πυρετώδη θερμασίαν. οὐ μὴν ὅταν γε φλεγμονή
12. τις καὶ χωρὶς φλεγμονῆς χυμῶν σηπεδὼν ἀνάπτῃ τὴν
13. πυρετώδη θερμασίαν, ὀνίνησι τὰ λουτρὰ πρὶν ἤτοι κενωθῆναι
14. τοὺς λυποῦντας χυμοὺς ἢ πεφθῆναι. ἀλλὰ τά γε
15. τοιαῦτα νοσήματα πλευρίτιδάς τε καὶ περιπνευμονίας ἡπατίτιδάς
16. τε καὶ σπληνίτιδας ἐκάλουν οἱ παλαιοὶ, σύμπτωμα
17. τιθέμενοι τὸν πυρετὸν αὐτὸν, οὐκ αὐτὸ πάθος. ἐφ’ ὧν δὲ
1. χωρὶς μορίου φλεγμονῆς οἱ κατὰ τὰς φλέβας χυμοὶ σηπόμενοι
2. πυρετοὶ ἀνάπτουσιν, ἐπ’ ἐκείνων μόνων ἔλεγον ὑπὸ
3. πυρετοῦ τὸν ἄνθρωπον ὀχλεῖσθαι καὶ πυρετὸν ἔχειν αὐτὸν,
4. ἐπ’ ἐκείνων δὲ καὶ τὰς διαφορὰς τῶν πυρετῶν ἔγραψαν,
5. ἠπίαλον καὶ λειπυρίαν, ἑλκώδη τε καὶ τυφώδη καὶ λοιμώδη
6. καὶ καῦσον. ἡπατίτην δὲ τὸν πυρετὸν καὶ σπληνῖτιν ἢ
7. περιπνευμονίην ἢ πλευρίτην οὐδεὶς εἶπεν, ὥστε νῦν ὁ λόγος
8. ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν αὐτῶν πυρετῶν μορίων ἄνευ
9. φλεγμονῆς. κατὰ μέντοι τὰ πλεῖστα τῶν ἀντιγράφων οὐχ
10. ὕδατος, ἀλλ’ ἱδρῶτος γέγραπται, τοιαύτην τινὰ ἔννοιαν ἐνδεικνυμένης
11. τῆς γραφῆς· ἐὰν πυρετὸς μὴ ὑπὸ χολῆς ἔχῃ,
12. πολὺς ἱδρὼς ἀπὸ τῆς κεφαλῆς καταῤῥέων λύει τὸν πυρετὸν,
13. οὐ δήπου τῆς κεφαλῆς μόνης ἐκχεῖσθαι τὸν ἱδρῶτα λέγοντος
14. τοῦ Ἱπποκράτους, ἀλλ’ ἀπὸ πρώτου φαινομένου μορίου
15. περὶ παντὸς τοῦ σώματος δηλοῦντος. ἐπὶ ταύτῃ τῇ γραφῇ
16. συμβήσεται τοὺς διὰ χολὴν πυρέττοντας ὑπὸ τῶν τοιούτων
17. ἱδρώτων μηδὲν ὀνίνασθαι. καὶ μὴν ἐναργῶς γε λύονται πολλάκις
18. οἵ τ’ ἄλλοι πυρετοὶ καὶ καθ’ οὓς ἡ ξανθὴ χολὴ
1. πλείστη τριταῖοί τε καὶ καῦσοι. βελτίων οὖν ἡ προτέρα
2. γραφὴ θεραπείαν ἀληθῆ διδάσκουσα τοῦ γένους τῶν εἰρημένων
3. πυρετῶν, ὅσοι διὰ κόπους ἢ ἐγκαύσεις ἢ ψύξεις ἢ
4. ὅλως στεγνώσεις τοῦ δέρματος γίγνονται. τὸ μὲν οὖν μὴ
5. ἀπὸ χολῆς ῥῆμα καὶ τὴν ὠχρὰν δύναται καὶ τὴν μέλαιναν
6. ἐνδείκνυσθαι χολήν. οὐ μὴν ἐπί γε ταύταις μόναις ἐδείκνυμεν,
7. ἀλλὰ καὶ διὰ φλέγμα σηπόμενον γίνεσθαι πυρετὸν
8. καὶ κατὰ τοῦτο μόνον ὁ ἀφορισμὸς οὐκ ἀληθεύειν δόξει,
9. πλὴν εἰ τὴν σηπεδόνα τοῦ φλέγματος εἰς χολώδη χυμὸν
10. ἀξιώσειέ τις μεταπίπτειν.

Cliquer un n° de page pour en afficher l’image