5. Ὁκόσοισιν ἔμπυοι καίονται ἢ τέμνονται ἢν μὲν τὸ πῦον
6. καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται, ἢν δὲ ὕφαιμόν τε
7. καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται.
9. Ἐμπυήματα μὲν εἴωθεν ὀνομάζειν οὐ τὰ κατὰ
10. θώρακα μόνον, ἀλλὰ καὶ τὰ καθ’ ὁτιοῦν μόριον ἄλλον τοῦ
11. σώματος εἰς πῦον ἀλλοιωθέντα φύματα. μόνους δὲ ἐμπύους
12. προσαγορεύει τοὐπίπαν ἐξαιρέτους, οἷς μεταξὺ θώρακός
13. τε καὶ πνεύμονος ἤθροισται τὸ πῦον, οὓς ὅτι συνήθως
14. ἔκαιον οἱ παλαιοὶ μαθεῖν ἔστι καὶ ἐξ ὧν εἴρηκε Πλάτων
15. ὁ κωμικὸς ἐπὶ Κινησίου κατὰ τήνδε τὴν ῥῆσιν· μετὰ
16. ταῦτα δὲ Εὐαγόρου ὁ παῖς ἐκ πλευρίτιδος Κινησίας σκελετὸς,
17. ἄπυος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης,
18. ἐσχάρας κεκαυμένος πλείστας ὑπ’ Εὐρυφῶντος ἐν τῷ σώματι.
1. ὅτι δὲ τὸ μὲν πῦον τὸ λευκὸν ἀγαθόν ἐστι, τὸ δὲ
2. βορβορῶδες καὶ δυσῶδες μοχθηρὸν οὐδεὶς ἀγνοεῖ.