5. Ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν
6. ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἐν χιτῶνι γὰρ τὸ πῦον
7. τουτέοισίν ἐστιν· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.
9. Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν οἱ μὲν ἀπόλλυνται
10. τῶν οὕτως ἐχόντων, οἱ δὲ περιγίνονται· καὶ γὰρ οἷς ἐν χιτῶνι
11. τὸ πῦον ἐστι μηδὲν πεπονθυίας τῆς οὐσίας τοῦ σπλάγχνου
12. σώζονται πάντες, οἷς δ’ ἄχρι τῆς τοῦ ἥπατος σαρκὸς
13. ἡ φθορὰ διήκει, δεόντως ἀποθνήσκουσιν. ὅτι δὲ ἀμόργην
14. ὀνομάζουσιν οἱ Ἕλληνες τὴν ὑπόστασιν τοῦ ἐλαίου καὶ
15. ὅτι τοιαύτης εἰκὸς γίνεσθαι τὴν ἄπεπτον σηπεδόνα τοῦ ἥπατος
16. εὔδηλον παντί.