2. Ὀφθαλμῶν ὀδύνας ἄκρητον ποτίσας καὶ λούσας
3. πολλῷ θερμῷ φλεβοτόμει.
5. Τῶν παραγεγραμμένων εἶναί μοι δοκεῖ καὶ
6. οὗτος ὁ ἀφορισμὸς, οὐχ ὁμολογῶν ἑνὶ τῶν ἔμπροσθεν εἰρημένων
7. τὸ ὀδύνην ὀφθαλμῶν ἀκρατοποσίαν ἢ λουτρὸν ἢ πυρίην
8. ἢ φλεβοτομίην ἢ φαρμακείην λύειν. τοῦτον μὲν τὸν
9. ἀφορισμὸν ἐξήγημαι κατὰ τὸ ἕκτον ὑπόμνημα, δεικνὺς τὰς
10. διαθέσεις, ἐφ’ ὧν ἕκαστον χρὴ τῶν βοηθημάτων ἄγειν εἰς
11. χρῆσιν. ὁ δὲ νῦν προκείμενος ἀφορισμὸς ἐπὶ μιᾶς διαθέσεως
12. ἀξιοῖ χρῆσθαι τοῖς τρισὶ βοηθήμασιν. εἰ μὲν οὖν ἔχει
13. τις ἡμᾶς διδάξαι τὴν διάθεσιν,· ἐφ’ ἧς χρεία τῶν τριῶν
14. ἐστι βοηθημάτων, εἰσόμεθα χάριν αὐτῷ· μέχρι δ’ ἂν ἐξηγῶνται
15. μὲν τὸν ἀφορισμὸν ὡς γνήσιον, μὴ διδάσκωσι δ’
16. ἡμᾶς τὴν διάθεσιν, οὐ πεισόμεθα ταῖς ἐξηγήσεσιν αὐτῶν.
17. ἃ γοῦν λέγουσιν οἱ ὅλως ἐγχειρήσαντες εἰπεῖν τι, κἂν μετρίως
18. πιθανὰ, ἔστι τοιαῦτα. ἐφ’ ὧν αἷμα παχὺ τὸ πλεονάζον ἐστὶ
1. καὶ διὰ τοῦτο κενώσεως χρῇζον, ἄμεινον νομίζουσι χέοντες
2. πρότερον αὐτὸ μετὰ ταῦτα χρῆσθαι τῇ φλεβοτομίᾳ, χεθήσεσθαι
3. δὲ πιόντων τὸν ἄκρατον νῶν καμνόντων καὶ λουσαμένων.
4. ἀλλ’ οἱ ταῦτα λέγοντες ὅτι μηδέποτε διὰ πείρας
5. ἦλθον ὧν λέγουσιν, ἀκριβῶς ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης
6. τρίβωνες. οὔτε γὰρ οἶνον οὔτε λουτρὸν ἀνέχεται ἡ πληθωρικὴ
7. διάθεσις ἄνευ μεγίστης βλάβης, ἀλλ’ ἔστι ταῦτα
8. τὰ βοηθήματα ταχέως αἵματος ἐσφηνωμένου κατά τι μόριον
9. ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. οὕτω γοῦν
10. καὶ ὁ Ἀσκληπιάδης οἴνῳ χρῆται μετὰ τὴν τοῦ παντὸς σώματος
11. κένωσιν, ὑπὲρ τοῦ τὰς ἐνστάσεις ἰᾶσθαι. πλήθους
12. δ’ ὄντος ἐν ὁλῷ τῷ σώματι διαῤῥαγῆναι φθάνουσιν οἱ χιτῶνες
13. ὀφθαλμῶν ἐν αὐτῷ τῷ πίνειν τε καὶ λούεσθαι. ὥστε
14. εἰ μὲν ἄνευ πλήθους ἡ ὀδύνη γίγνοιτο, δι’ ἔμφραξίν τε καὶ
15. σφήνωσιν αἵματος παχέος, ὀρθῶς μὲν λούσουσί τε καὶ οἶνον
16. δώσουσιν, οὐκ ὀρθῶς δὲ φλεβοτομήσουσιν· εἰ δὲ πλῆθος
17. εἵη, καλῶς μὲν φλεβοτομήσουσιν, οὐκ ὀρθῶς δὲ λούσουσι
18. καὶ οἶνον δώσουσιν.