14. Ἐπὶ μανίῃ ἢ δυσεντερίῃ ἢ ὕδρωψ ἢ ἔκστασις ἀγαθόν.
16. Δυσεντερίαν μὲν ἢ ὕδρωπα τῷ λόγῳ τῆς μεταστάσεως
17. ἴαμα γίνεσθαι μανίας οὐδὲν ἄλογον, ἐκ τῆς κεφαλῆς τῶν
18. λυπούντων κάτω μεθισταμένων, ἔκστασιν δ’ οὐδαμῶς διάλυσιν
1. εἶναι μανίας, ὥστε μᾶλλον αὔξησιν ἄν τις εἴποι καὶ
2. μέντοι καὶ εἴπερ ὄντως ὁ Ἱπποκράτης πολλαχῆ μανίαν καὶ
3. σφοδρὰν ὠνόμασεν ἔκστασιν, οἴδαμεν οὕτω τινὰ παυσάμενον
4. ἧς ἔμπροσθεν εἶχε μετρίας μανίας, ἐλογισάμεθά τε τῇ σφοδρότητι
5. τῆς κινήσεως τῶν ποιούντων τὴν μανίαν αἰτίων
6. ἀκολουθῆσαι τὴν λύσιν, ὥσπερ εἴωθε κἀν τοῖς ὀξέσι νοσήμασι
7. τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις
8. ἀγαθὰς ἐργάζεσθαι.