Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 7.50, ed. Kühn, 1827, vol. 18a, p. 155-157. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:7.50


9. Ὁκόσοισι σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν
10. ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

12. Τὸ σφακελίζειν μὲν, ὡς πολλάκις εἴρηκεν ἐν τῷ περὶ
13. ἀγμῶν καὶ ἄρθρων, ἐπὶ τοῦ διαφθείρεσθαι τοὔνομα φέρων,
14. ἐνταυθοῖ οὐκ ἐγχωρεῖ φθορὰν ἀκοῦσαι τοῦ ἐγκεφάλου προκειμένου
15. τοῦ, ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
16. εἰ γὰρ δὴ φθορὰ τῆς οὐσίας ἐστὶν ὅλης ἑκάστου τῶν σφακελιζόντων
17. μορίων ὁ σφάκελος, οὐκ ἐνδέχεται θεραπευθῆναι
18. τὸν οὕτω κάμνοντα. μή ποτε οὖν ἐνίοτε οὕτω καταχρώμενοι
1. φέρωσι τοὔνομα καὶ κατὰ τῶν ἀρχομένων μὲν ἐμπίπτειν
2. τῇ διαθέσει, μηδέπω δ’ ἀκριβῶς ἐχόντων αὐτὴν συμπεπληρωμένην.
3. τοιαῦτα γάρ τινα κἀπὶ τῶν σαρκωδῶν μορίων
4. ἐν ταῖς γαγγραίναις συμβαίνει, τοῦ μὲν πάθους αὐτοῦ
5. διὰ μέγεθος τῆς φλεγμονῆς ἀναισθησίαν τε καὶ μελασμὸν
6. ἢ πάντως γε νεκρώδη τινὰ χροιὰν ἐπιφέροντος τῷ πάσχοντι
7. μορίῳ. γαγγραινοῦσθαι δὲ λέγομεν καὶ τὸν ἀρχόμενον ἐμπίπτειν
8. τῇ διαθέσει. ὥσπερ οὖν γάγγραιναν ἤδη μὲν συμπεπληρωμένην,
9. ὡς νενεκρῶσθαι τὸ μόριον ἀδύνατον ἰᾶσθαι,
10. γεννωμένην δ’ ἔτι δυνατὸν, οὕτω καὶ σφάκελον. καίτοι γε
11. καὶ τὴν ἐν τοῖς σαρκώδεσι μορίοις νέκρωσιν ἐπὶ μεγέθει
12. φλεγμονῆς, ἣν ἰδίως ὀνομάζουσι γάγγραιναν οἱ ἰατροὶ καὶ
13. ταύτην οἱ Ἕλληνες ἐκάλουν σφάκελον. οὕτω γοῦν μοι δοκεῖ
14. καὶ ὁ Ἡρόδοτος τὸν μηρὸν εἰρηκέναι τοῦ Καμβύσου σφακελίζεσθαι
15. καὶ τὸν ἐγκέφαλον δὲ σφακελίζειν οὕτως ἄν τις
16. εἴποι μόνως· καὶ μέντοι καὶ διὰ τί παχὺς ὁ θάνατος ἐπ’
17. αὐτοῦ, πρόδηλον ὡς τοῦ τε πάθους ὄντος χαλεπωτάτου καὶ
18. μορίου κυριωτάτου. μὴ φθάσαντος δὲ ἀποθανεῖν ἐν τρισὶ
1. ταῖς πρώταις ἡμέραις τοῦ κάμνοντος, ἀλλ’ εἰς τὴν τετάρτην
2. ἀφικομένου, παρακμάζειν τε χρὴ τὸ πάθος ἐλπίζειν,
3. ἐῤῥῶσθαί τε τὴν δύναμιν, ὡς κρατῆσαι τελέως αὐτοῦ.

Cliquer un n° de page pour en afficher l’image