Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 7.51, ed. Kühn, 1827, vol. 18a, p. 157-160. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:7.51


6. Πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς διαθερμαινομένου
7. τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ·
8. ὑπερχεῖται γὰρ ὁ ἀὴρ ὁ ἐνεὼν ἔξω. ψόφει δὲ ὅτι διὰ
9. στενοῦ αὐτῷ ὁ διέξοδός ἐστιν.

11. Αἱ τοιαῦται λέξεις δύο σημαίνουσιν, ἓν μὲν
12. καθόλου λεγόμενον ἐπὶ παντὸς τοῦ προκειμένου πράγματος,
13. ὥσπερ ἐνταῦθα τῶν πταρμῶν, ἕτερον δ’ ἐπὶ μέρους, ὡς
14. ἐνταῦθα περὶ τῶν ἐξ ἐγκεφάλου γινομένων πταρμῶν. ὁ
15. μὲν οὖν πρῶτος λόγος ἔσται τοιοῦτος· πᾶς πταρμὸς ἐξ
16. ἐγκεφάλου γίνεται, διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου
17. τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, ὥσπερ ἐστὶν ἀληθέστερος·
1. οὐ γὰρ πᾶς πταρμὸς γίνεται διαθερμαινομένου τοῦ
2. ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ. πτεροῖς
3. γοῦν τινες ἐρεθίζοντες τὰς ῥῖνας πτάρνυνται καὶ μετὰ
4. βηχὸς δέ τι πνεῦμα κάτωθεν ἀφικνούμενον εἰς τοὺς τῆς
5. ῥινὸς πόρους αἴτιον γίνεται πταρμοῦ. καὶ τὸ νομίζειν δὲ
6. τὸν ἐκ τῆς κεφαλῆς ἐκκρινόμενον ἀέρα μόνον εἶναι τὸν ψοφοῦντα,
7. προφανῶς ψεῦδός ἐστιν. ἐναργῶς γὰρ φαίνεται
8. κάτωθεν ἐκ τοῦ πνεύμονος ὁ ἀὴρ ἀναφερόμενος, ἀθρόως
9. συστελλομένου τοῦ θώρακος. ἀλλὰ καὶ τὸ προηγεῖσθαι τοῦ
10. πταρμοῦ τὴν εἰσπνοὴν ἀθροιζούσης τῆς φύσεως ἀέρα δαψιλῆ,
11. πρὸς τὴν τοῦ πταρμοῦ γένεσιν ὁμολογεῖ τοῖς εἰρημένοις.
12. μόνος οὖν ὁ τὴν ἀρχὴν τῆς γενέσεως ἔχων, ὄρεξιν
13. τῆς φύσεως ἀποκρῖναι φυσῶδες ἐκ τῆς κεφαλῆς πνεῦμα,
14. τοῦτον γίνεται τὸν τρόπον, ὃν ἐπιχειρεῖ διδάσκειν ὁ ἀφορισμὸς,
15. οὐδὲ τοῦτον ἴσως πάντα, τὸ γὰρ διυγραινομένου
16. περιττὸν εἰς πταρμοῦ γένεσιν. εἰ γὰρ καὶ πλεονάζει τι
17. κατὰ τὴν κεφαλὴν ὑγρὸν, οὐκ ἐργάζεται πταρμὸν ἄνευ τοῦ
18. πνευματωθῆναι· καὶ τοῦτο φαίνεται προφανῶς ἐπὶ πολλῶν
1. ἐκκρινόντων μὲν ὑγρότητα διὰ μυκτήρων παμπόλλην, οὐ
2. πταρνυμένων ἐξ ἀνάγκης ἐπὶ πολύ. ἐκεῖνοι μὲν γὰρ μόνοι
3. πτάρνυνται τῶν οὕτω διακειμένων, οἷς δακνῶδές ἐστι τὸ
4. καταῤῥέον ὑγρὸν, ὡς εἰ καὶ τοῖς μυκτῆρσιν αὐτοῖς ἐνθείης
5. τι δακνῶδες. ὥσπερ γὰρ ἡ βήξ φυσικόν τι σύμπτωμά
6. ἐστιν, ἕνεκα τοῦ καθαίρεσθαι τὰς ἐν τῷ πνεύμονι τραχείας
7. ἀρτηρίας, οὕτω καὶ ὁ πταρμὸς ἐναργῶς φαίνεται καθαίρων
8. τοὺς κατὰ τὴν ῥῖνα πόρους. διττῆς δ’ οὔσης αὐτοῖς
9. τῆς συντρήσεως, εὐρείας μὲν εἰς τὸ στόμα, διὰ λεπτοτέρων
10. δὲ πόρων εἰς τὸν ἐγκέφαλον. ἡ μὲν εἰς τὸ στόμα
11. σύντρησις ὑπὸ τοῦ κάτωθεν ἀναφερομένου πνεύματος, οἱ δ’
12. εἰς τὸν ἐγκέφαλον ἀνήκοντες πόροι πρὸς τοῦ κατιόντος ἐξ
13. ἐκείνου καθαίρονται. καί σοι παραφυλάττοντι φανοῦνται
14. κουφίζοντες τὰ βάρη τῆς κεφαλῆς οἱ ἐξ ἐγκεφάλου τὴν ἀρχὴν
15. τῆς κινήσεως ἔχοντες πταρμοί. γίνονται γὰρ ἀραιουμένων
16. καθαιρομένων τε τῶν κατὰ τὴν κεφαλὴν ὑγρῶν ἐκκρινομένων
17. τε τῇ τῆς φύσεως ὁρμῇ. τὸ δ’ ἀραιοῦσθαι
18. γίνεται αὐτοῖς θερμαινομένοις. θερμαίνονται δὲ ὑπὸ τῆς
1. ἐμφύτου θερμασίας ἀναζωπυρουμένης, ἧς διὰ τὴν ἀῤῥωστίαν
2. πρότερον ἤθροιστο τὰ περιττὰ τῶν ὑγρῶν. ὅταν οὖν
3. εἴπῃ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, μάλιστα μὲν
4. ἀκουστέον τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, ἤδη δὲ καὶ
5. τοῦ περιέχοντος αὐτὸν ἔξωθεν. εὔπορον γάρ ἐστι κἀκεῖνο
6. διὰ τοῦ ἐγκεφάλου, πρότερον μὲν εἰς τὰς κοιλίας αὐτὰς, ἐντεῦθεν
7. δ’ ὑπελθεῖν εἰς τὴν ῥῖνα. τὸ δὲ τῷ ἀθρόῳ τῆς
8. ἐκπτώσεως αὐτοῦ γίνεσθαι τὸν ψόφον, αὐτὸς ὁ Ἱπποκράτης
9. εἶπεν. ἔστι δὲ τοῦτο κοινὸν ὁποτέρωθεν ἂν ἔχηται,
10. εἴτ’ οὖν ἐκ τοῦ πνεύμονος ἀναφερόμενος εἴτ’ ἐκ τῆς κεφαλῆς
11. καταφερόμενος.

Cliquer un n° de page pour en afficher l’image