14. Ὁκόσοισι ἧπαρ περιοδυνᾶται, τουτέοισι πυρετὸς ἐπιγινόμενος
15. λύει τὴν ὀδύνην.
17. Τὸ ἐπιγινόμενον ὄνομα δηλωτικόν ἐστι τοῦ πρόσθεν,
18. ὅτι περιωδυνῶντο, μὴ πυρέττειν αὐτούς. εἴπερ οὖν τὸ ἧπαρ
1. ὀδυνᾶται σφοδρῶς ἢ διὰ φλεγμονὴν ἰσχυρὰν ἢ διὰ πνεῦμα
2. φυσῶδες, οὐκ ἦν αὐτοῖς φλεγμονὴ, πάντως γὰρ ἂν ἐπύρεττον.
3. εὔλογον οὖν ὑπὸ φυσώδους πνεύματος ὀδυνᾶσθαι τὸ
4. σπλάγχνον αὐτοῖς. ὀδυνᾶται μὲν καὶ δι’ ἔμφραξιν, ἀλλὰ
5. μετρίως καὶ μετὰ βάρους μᾶλλον ἢ σφοδρᾶς ὀδύνης. ἡ δὲ
6. σφοδρὰ ὀδύνη διὰ πνεῦμα φυσῶδες ἢ φλεγμονὴν ἤτοι μεγίστην
7. ἢ διαπυΐσκουσαν γίνεται.