10. Ὁκόσοισι συμφέρει αἷμα ἀφαιρεῖσθαι ἀπὸ τῶν φλεβῶν,
11. τούτους χρὴ ἔαρι φλεβοτομεῖσθαι.
13. Οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστι τοῦ διὰ τοῦ
14. ἔμπροσθεν εἰρημένου κατὰ τόνδε τὸν τρόπον· ὁκόσοις φαρμακείη
15. ἢ φλεβοτομίη συμφέρει, τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν.
16. ἔν τισι δὲ τῶν ἀντιγράφων ὅλως οὐ γέγραπται.
17. καὶ τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον ἴσασι δίς τε
1. γράφουσιν αὐτὸν, ἔνιοι δ’ οὐδ’ ὅλως μέμνηνται. θαυμάσαι
2. δ’ ἐστὶ τῶν μὴ μόνον γραφόντων δὶς τοὺς αὐτοὺς ἀφορισμοὺς,
3. ἀλλὰ καὶ τὰς ἐξηγήσεις προστιθέντων ἐν τοῖς αὐτοῖς
4. ὑπομνήμασιν, ἄνευ τοῦ ἐπισημαίνεσθαι, ἤδη τῶν ἔμπροσθεν
5. γεγραμμένων ὑπάρχειν αὐτοὺς, ἐνίους μὲν ὅλους,
6. ἐνίους δ’ ἐκ μέρους, ὥσπερ καὶ τόνδε. τί ποτ’ οὖν ἔδοξεν
7. ἢ τοῖς προστιθεῖσι τοὺς τοιούτους ἀφορισμοὺς ἐπὶ τῆς τοῦ
8. βιβλίου τελευτῆς ἢ αὐτῷ τῷ Ἱπποκράτει, δὶς ὑπὲρ τῶν αὐτῶν
9. μνημονεύειν καί τισι τῶν ἐξηγησαμένων δὶς ἐξηγεῖσθαι,
10. μὰ τοὺς θεοὺς, οὐκ ἔχω συμβαλεῖν. οὔτε γὰρ αὐτὸν τὸν
11. συγγραφέα πιθανόν ἐστιν ἐπιλήσμονα τῶν τηλικούτων
12. ὑπάρχειν, καὶ μάλισθ’ ὅταν ᾖ τοιοῦτος, οἶον ἴσμεν ἐν ἅπασιν
13. ὄντα τὸν Ἱπποκράτην, οὔτε τῶν προστιθέντων ἢ λήθην
14. τοσαύτην ἤ τινα ἄλλην πανουργίαν ἐστὶν ἐπινοῆσαι, δι’ ἣν
15. δὶς ἔγραψαν ὑπὲρ τῶν αὐτῶν. ἔτι τε μᾶλλόν ἐστι τῶν ἐξηγητῶν
16. ἐκείνων θαυμάζειν ὅσοι δὶς ἐξηγούμενοι τοὺς αὐτοὺς
17. ἀφορισμοὺς οὐδ’ αὐτὸ τοῦτο προσέθεσαν, ὅτι δεύτερον
1. αὐτὸ ποιοῦσι. καὶ τούτων ἔτι μᾶλλον ὅσοι καὶ διαφόρους
2. ἐξηγήσεις ἔγραψαν, ἔν τε τούτοις ἐπὶ τῇ τελευτῇ καὶ τοῖς
3. ἔμπροσθεν ἐπὶ τῶν αὐτῶν εἰρημένοις.