6. Ὁκόσοισι μεταξὺ τῆς γαστρὸς καὶ τῶν φρενῶν φλέγμα ἀπόκειται
7. καὶ ὀδύνην παρέχει οὐκ ἔχον ἔξοδον, οὐδὲ εἰς ἑτέρην
8. τῶν κοιλιῶν, τουτέοισι κατὰ τὰς φλέβας ἐς τὴν κύστιν
9. τρεπομένου τοῦ φλέγματος λύσις γίνεται τῆς νούσου.
11. Εἰκότως ἀπορεῖν μοι δοκεῖ Μαρῖνος, ἀδύνατον ἡγούμενος
12. συστῆναι μεταξὺ γαστρὸς καὶ φρενῶν φλέγμα. καταῤῥυήσεται
13. γὰρ αὐτὸ κάτω μέχρι τῶν τῆς ἥβης ὀστῶν. οὐ
14. μὴν οὐδὲ μεταληφῆναι δύνασθαί φησιν εἰς τὰς
15. φλέβας τοῦτο, καθάπερ ἐπὶ τῶν ὑδερικῶν ἡ λεπτὴ καὶ ὑδατώδης
16. ὑγρότης μεταλαμβανομένη δι’ οὔρων ἐκκρίνεται.
17. ἀκούειν οὖν φησι χρῆναι τοῦ μεταξὺ τῶν φρενῶν τε καὶ
1. τῆς γαστρὸς, ἀντὶ τοῦ μεταξὺ φρενῶν ἰδίου σώματος, ὃ
2. σαρκῶδές ἐστι καὶ τῆς τοῦ περιτοναίνου κορυφῆς. ἀλλ’ εἰ
3. καὶ οὕτως ἀκούσαιμεν, ὦ Μαρῖνε, τὴν εἰς τὰς φλέβας μετάληψιν
4. ὁμοίως ἄπορον εἴη. οὐ δυνατὸν γὰρ ἐντεῦθεν
5. ἐπὶ τοὺς νεφροὺς ἀφικέσθαι διὰ φλεβῶν, οὐδ’ ἐκ
6. τῆς ὑπὸ τὸ περιτόναιον εὐρυχωρίας ἀδύνατον πρὸς τῷ καὶ
7. παντελῶς ἄκυρον εἶναι τὴν κατάχρησιν τῆς κατὰ γαστέρα
8. προσηγορίας. οὐδὲν γὰρ ὅμοιόν ἐστι περιτοναίῳ καὶ γαστρὶ,
9. διότι τῆς προσηγορίας κοινωνήσουσι. κάλλιον ἦν ἀκούειν
10. μὲν ὥσπερ ἅπαντες ἤκουσαν, ἐκείνην ὑπ’ αὐτοῦ λέγεσθαι
11. τὴν εὐρυχωρίαν, ὅση κάτω μέν ἐστι τῶν φρενῶν, ἔνδον τε
12. τοῦ κατ’ ἐπιγάστριον περιτοναίου, σκοπεῖν τε εἰ δυνατόν
13. ἐστιν ὃ λέγει γινωσκόντων ἡμῶν ὡς ἀεὶ ταῖς ὕλαις ὁδὸν
14. εὑρίσκειν οἴεται τὴν φύσιν ὁ Ἱπποκράτης, ὅταν ἐῤῥωμένη
15. τυγχάνει κἂν ὅτι μάλιστα παχεῖαί πώς εἰσι καὶ διὰ λεπτῶν
16. ὁδοιποροῦσι πόρων, ὅπου γε καὶ δι’ ὀστῶν ἀποστάσεις γίνεσθαί
17. φησιν. ὁρῶμεν δὲ καὶ τὸ μεταξὺ θώρακός τε καὶ
1. πνεύμονος ὑγρὸν ἐπὶ τῶν ἐμπύων ἀναβηττόμενον. ἐνίοτε δὲ
2. καὶ διὰ τοῦ δέρματος ὑγιοῦς ὑπάρχοντος αἷμα διεκπῖπτον
3. ἐπὶ τῶν πωρουμένων ὀστῶν. οὔκουν οὐδ’ ἐφ’ οὗ νῦν εἶπεν
4. ὁ Ἱπποκράτης φλέγματος ἀδύνατον παντάπασιν ὑποληπτέον
5. εἰς οὖρα γενέσθαι μετάληψιν, ἀλλ’ ἐγχωρεῖν ποτε καὶ τοῦτο
6. ὑπὸ τῆς φύσεως πραχθῆναι, προλεπτυνάσης κατὰ βραχὺ τὸ
7. φλέγμα, καθάπερ ἐπὶ τῶν ἐμπύων τὸ πῦον.