10. Ὁκόσοισι τὸ ἧπαρ ὕδατος πλησθὲν εἰς τὸν ἐπίπλουν ῥαγῇ,
11. τουτέοισιν ἡ κοιλίη ὕδατος ἐκπιμπλᾶται καὶ
12. ἀποθνήσκουσιν.
14. Ἐπιτηδειότατόν ἐστι τὸ ἧπαρ ὑδατίδας γεννῆσαι κατὰ
15. τὸν ἔξωθεν αὐτῷ περικείμενον ὑμένα. φαίνεται γοῦν ἐπὶ
16. τῶν σφαττομένων ζώων ἐνίοτε μεστόν. ἐὰν οὖν ποτε συμβῇ
17. ῥαγῆναι τὰς ὑδατίδας, ἐκχεῖται δηλονότι τὸ ὕδωρ εἰς τὴν
1. κατ’ ἐπιγάστριον περιτοναίου χώραν, ἐν ᾗ καὶ τὸ κατὰ τοὺς
2. ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπίπλοον οὐχ οἷον
3. τε ῥαγῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆναί πως αὐτό. στεγανὸν
4. γάρ ἐστι πανταχόθεν, ὡς μηδὲν εἰς αὐτὸ παρεμπεσεῖν
5. ἐκ μηδενὸς ἄλλου μορίου, πλὴν ἐκ γαστρὸς καὶ κώλου καὶ
6. σπληνὸς, ἐκείνων τε τῶν μερῶν, ὅθεν ἐκπέφυκεν· ἢ τοίνυν
7. βούλεται διαβιβρώσκεσθαι τὸν περιτόναιον ἐν τοῖς δεξιοῖς
8. δηλονότι μέρεσιν αὐτοῦ καθ’ ἃ πλησιάζει τῷ ἥπατι. ἢ εἰς
9. τὸ ἐπίπλουν ἀκουστέον ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ
10. δ’ ἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος οὐκ ἐπ’ αὐτῆς εἴρηται
11. τῆς τὰ σιτία δεχομένης γαστρὸς, ἀλλὰ τοῦ παντὸς κύτους,
12. ὃ κάτω τοῦ θώρακός ἐστι, καθ’ ὁ σημαινόμενον οἵ τε προγάστορες
13. λέγονται καὶ αἱ γυναῖκες ἔχειν ἐν γαστρί. τὸ δ’
14. ἀποθνήσκειν οἷς ἐνταῦθα τὸ ὕδωρ ἀθροίζεται σκεπτέον. ἢ
15. γὰρ διηνεκῶς ἀκουστέον ἢ ὡς τὸ πολύ. σώζονται γοῦν ἔνιοι
16. καὶ τῶν ὑδερικῶν, καίτοι τῆς τοιαύτης χώρας αὐτοῖς ὕδατος
17. ἐμπλησθείσης. οὐ μὴν οὐδ’ ἀδύνατόν ἐστιν ὥσπερ ἐπ’ ἐκείνων,
18. διά τε τῶν ὑδατώδη καθαιρόντων φαρμάκων καὶ προσέτι
1. τῶν οὐρητικῶν, ἐπιθημάτων τε τῶν ἐξατμίζειν δυναμένων
2. ὑγρότητα τοιαύτην, οὕτω κἀπὶ τούτων γενήσεσθαι τὴν
3. θεραπείαν.