6. Ἁλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει τὴν
7. νόσον.
9. Σολοικοφανὲς εἰκότως ἐνίοις ἔδοξεν εἶναι τὸ σχῆμα τοῦ
10. λόγου καὶ διὰ τοῦτ’ ἔνιοι κατ’ αἰτιατικὰς πτώσεις ἔγραψαν
11. ἁλύκην, χάσμην, φρίκην, οἶνος ἴσος ἴσῳ πινόμενος λύει. διαφέρει
12. γοῦν εἰς τὸ παρὸν, καθ’ ὁποτέραν ἄν τις γραφὴν ἐξηγήσηται
13. τὸν ἀφορισμόν. ἐπίστασθαι γὰρ χρὴ πρῶτον ὅτι
14. προσηγόρευκεν ἁλύκην, ἣν οἱ πολλοὶ τῶν Ἑλλήνων ὀνομάζουσιν
15. ἅλην, ἔπειτα δ’ ἥτις ἐστὶν ἡ τοῦτ’ ἐργαζομένη τὸ σύμπτωμα
16. διάθεσις. ἁλύειν μὲν οὖν λέγουσιν ἐκείνους τῶν
17. ὑγιαινόντων, ὅσοιπερ ἂν ἀεὶ τοῖς παροῦσι δυσχεραίνοντες
1. ἄλλοτε εἰς ἄλλα μεταβαίνουσι πράγματά τε καὶ πράξεις.
2. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσούντων ἐκείνης ἁλύειν
3. φασὶν ὅσοι μὴ φέροντες τὴν κατάκλισιν ἐξαλλάττουσι τὰ
4. σχήματα διὰ τὸ δύσφορον ἀεὶ τὸ παρὸν εἶναι. τοῦτο δὲ
5. ἔγνωμεν ἐκείνοις μάλιστα συμβαῖνον, οἷσπερ ἂν ἐν τῷ στόματι
6. τῆς γαστρὸς, ὅπερ ἐνίοτε καταχρώμενοι στόμαχον ὀνομάζουσι,
7. περιέχεταί τις ἰδιότης ὑγρότητος ἀνιαρᾶς, οὔτε
8. πολλῆς οὔτ’ ἐμπλεούσης τῷ κύτει τῆς γαστρὸς, ἀνατρεπομένης
9. δὲ εἰς τοὺς χιτῶνας αὐτῆς. ἀλλὰ καὶ τὸ χασμᾶσθαι,
10. καθάπερ καὶ σκοτοδινᾶσθαι περιεχομένης τινὸς ἐν
11. τοῖς μυσὶ, δι’ ὧν καὶ κατὰ προαίρεσιν γίνονται κινήσεις,
12. ἤτοι ὑγρότητος πνευματώδους ἢ πνεύματος ἀτμώδους γίνεσθαι
13. δέδεικται. καὶ ἡ φρίκη δὲ μοχθηρῶν χυμῶν διαθεόντων
14. κατὰ τὸ δέρμα συμβαίνει. δῆλον δὲ ὅτι περὶ τῆς
15. ἐκ τοῦ νοσώδους σώματος ὁρμωμένης φρίκης ὁ λόγος νῦν
16. ἡμῖν ἐστιν, οὐ τῆς ὑπό τινος αἰτίας ἔξωθεν. ἕκαστον οὖν
17. τούτων τῶν εἰρημένων οἴνου πόσις θεραπεύει ἀκρατεστέρου,
18. τὴν συμμετρίαν δὲ τῆς κράσεως αὐτὸς ἐδήλωσεν εἰπών.
1. οἶνος ἴσος ἴσῳ πινόμενος· ὕδατι γὰρ δηλονότι κεράννυσθαι
2. βούλεται τὸν οἶνον ἴσῳ, χάριν τοῦ τὸ μὲν διώσασθαι, κενῶσθαι
3. τῶν λυπηρῶν, ὅσον ἂν ὑπείκῃ τῇ ῥύμῃ τῆς τοῦ οἴνου
4. φορᾶς, τὸ δ’ ὑπόλοιπον ἐπικράσαι. θερμαίνει γὰρ, ὡς
5. ἴσμεν, ὁ οἶνος ἅπαν τὸ σῶμα καὶ ταχέως ἐπὶ πάντα φέρεται
6. τὰ μόρια, μετὰ τοῦ χυμοὺς χρηστοὺς ἐργάζεσθαι.