2. Ὁκόσοισι δ’ ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος,
3. ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα.
5. Καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν ἐν τισὶ μὲν τῶν ἀντιγράφων
6. ἀφώνους ἐστὶν εὑρεῖν κατὰ τὴν πληθυντικὴν
7. αἰτιατικὴν πτῶσιν γεγραμμένον, ἐν τισὶ δὲ κατὰ τὴν
8. ἑνικὴν ἄφωνον ἐν σολοικοφανεῖ σχήματι. διαφέρει δὲ οὐδὲν
9. οὐδ’ ἐνταῦθα πρός γε τὰ παρόντα γινωσκόντων ἡμῶν ὡς
10. ἔθος ἐστὶ τῷ Ἱπποκράτει πολλάκις ἀφ’ ἑνὸς συμπτώματος
11. τοῦ προδηλοτάτου, τῆς ἀφωνίας, ὀνομάζειν οὕτω καὶ δηλοῦν,
12. ὅσοι μηδ’ ἄλλην τινὰ τῶν νατὰ προαίρεσιν ἀποσώζουσι κινήσεων
13. ἢ μηδ’ ὅλως αἰσθάνονται. κεῖνται δὲ ὡσαύτως
14. τοῖς ἀποπληκτικοῖς ἀναίσθητοί τε ἅμα καὶ ἀκίνητοι· γίνεται
15. μὲν οὖν καὶ δι’ ἄλλας αἰτίας τοῦτο. νυνὶ μέντοι
16. τῆς σείσεως τοῦ ἐγκεφάλου μνημονεύει ὁ Ἱπποκράτης
17. καὶ ταύτῃ τὴν τοιαύτην ὅλου τοῦ σώματος ἔσεσθαί φησι
18. διάθεσιν. σεισθῆναι δὲ οὕτω συμβαίνει τὸν ἐγκέφαλον διά
1. τινα βιαίαν πτῶσιν ὅλου τοῦ σώματος ἐξ ὑψηλῶν γεγενημένην
2. χωρίων. αἱ γὰρ τοιαῦται καταπτώσεις εἰώθασι καὶ
3. τὴν ἐν τοῖς τῆς ῥαχέως σπονδύλοις σεῖσιν ἐργάζεσθαι, ὅταν
4. αἱ μὲν ἁρμονίαι κινηθῶσιν αὐτῶν, ὁ δ’ ἐν κοιλότητι περιεχόμενος
5. νωτιαῖος πονήσῃ, διασεισθεὶς δὲ σφοδρῶς εἰς
6. κίνδυνον ἄγει ῥήξεων ἔνια τῶν ἀποπεφυκότων αὐτῷ νεύρων,
7. ὅπερ οὐχ ἥκιστα καὶ κατὰ τὸν ἐγκέφαλον γίνεται καὶ
8. τοσούτῳ γε μᾶλλον, ὅσῳ καὶ πλείων ἐστὶν ἡ πέριξ αὐτοῦ
9. χώρα κενὴ καὶ μᾶλλον ἐπὶ τῶν πρεσβυτέρων, ὡς ἐν ταῖς
10. ἀνατομικαῖς πραγματείαις λέλεκται, συστέλλεται γοῦν ἡ
11. ψυχικὴ δύναμις εἰς ἑαυτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν,
12. ἀνιαθεῖσα τῇ σφαλερᾷ κινήσει καὶ διὰ τοῦτο ἡσυχάζει. τῶν
13. δ’ ἀποφύσεων ἔνιαι μὲν ἱκανῶς τείνονται, τινὲς δ’ ἐκ μέρους
14. γε διασπῶνται. κατὰ τοῦτο μέχρι περ ἂν ἀνακτήσηται
15. πάλιν ἑαυτὴν ἡ ψυχικὴ δύναμις, ἄφωνόν τε καὶ ἀκίνητον
16. ὅλον κεῖται τὸ παθὸν οὕτω ζῶον. εἰ δ’ ἀποσπασθῆναι
17. φθάσειεν ἢ κατά τι μέρος αὐτοῦ κατασπασθῆναι ὁ
18. ἐγκέφαλος, οὐκέτι ἀναφέρουσι.