2. Τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν
3. ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.
5. Ὅτι μὲν οὖν ὅσα ξηραίνει βοηθήματα τῶν ὑγρῶν παθημάτων
6. ἐστὶν ἰατικὰ πρόδηλον, εἴ γε δὴ ἐναντία τῶν
7. ἐναντίων ἐστὶν ἰάματα. ὅτι δὲ καὶ ὁ λιμὸς ξηραίνει κατὰ
8. συμβεβηκὸς οὐκ ἄδηλον. ἐὰν γὰρ ἀποῤῥέῃ μέν τι τοῦ σώματος,
9. ὡς καὶ πρόσθεν, ἀναπληρῶται δὲ μηκέτι ὑπὸ τροφῆς
10. τὸ κενούμενον, ἀναγκαῖον αὐτῷ ξηρότερον γενέσθαι.
11. δῆλον γὰρ ὅτι τῶν κατὰ τὸ ζῶον ἑκάστου μερῶν
12. ἀπέρχεται πρότερον ὅσον ἂν ὑγρότερον ᾖ, ὡς ἂν καὶ αὐτῆς
13. τῆς ἀποῤῥόης γιγνομένης, διὰ τὸ λεπτύνεσθαί τε καὶ εἰς
14. ἀτμὸν λύεσθαι τὸ σῶμα διὰ διττὴν αἰτίαν, ἔξωθεν μὲν ὑπὸ
15. τοῦ περιέχοντος, ἔνδοθεν δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας·
16. ἀμέλει τῶν φωλευόντων τῶν ζώων, ὡς ἂν μήτ’ ἔξωθεν ἔτι
17. θερμαινομένων μήτ’ ἔνδοθεν. ὅλως οὐδὲν ἢ παντάπασιν
18. ὀλίγιστον ἀποῤῥεῖ, καὶ διὰ τοῦτο τινὰ μὲν αὐτῶν οὐδ’ ὅλως
1. δεῖται τροφῆς, ἔνια δ’ ὀλιγίστης παντάπασιν. ἐφεξῆς τοῖς
2. προγεγραμμένοις ἀφορισμοῖς ἕτεροι δύο σχεδὸν ἐν ἅπασι
3. τοῖς ἀντιγράφοις εὑρίσκονται, μετὰ τοῦ καὶ τοὺς ἐξηγησαμένους
4. τὸ βιβλίον ὀλίγου δεῖν ἅπαντας μνημονεύειν αὐτῶν,
5. καί τινες ἐξηγοῦνται αὐτοὺς, ἀλλὰ διαφόρως ἢ ἐν τοῖς ἔμπροσθεν,
6. οὐδὲ τοῦτο αὐτὸ προστιθέντες ὅτι γεγραμμένοι
7. ἔμπροσθέν εἰσιν. ἡμεῖς δὲ κατὰ τὸ τέταρτον ὑπόμνημα τὴν
8. ἐξήγησιν αὐτῶν ἐποιησάμεθα, βραχύ τι τῇ λέξει διαφερόντων.
9. ὁ μὲν γὰρ ἕτερος τῶν νυνὶ γεγραμμένων ἐκ περιττοῦ
10. προσκείμενον ἔχει καὶ καταπίνειν μὴ δύνασθαι ἀλλ’ ἢ μόγις.
11. ὁ δ’ ἕτερος ἔμπαλιν ὑπηλλαγμένον ἔχει τὸ μόγις, ὥστ’
12. εἷναι τὸ μὲν πρότερον τοιοῦτον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ
13. οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται
14. καὶ καταπίνειν μὴ δύνηται ἀλλ’ ἢ μόγις, θανάσιμον.
15. τὸ δὲ δεύτερον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης
16. ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ
17. ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. οἱ δὲ πρόσθεν, οὓς κατὰ
18. τὸ τέταρτον ἔφην ἐξηγήσασθαι τῶνδε τῶν ὑπομνημάτων,
1. οὕτως εἶχον. ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος
2. ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, θανάσιμον.
3. εἶθ’ ἑξῆς ὁ μετ’ αὐτὸν ἢ ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος
4. ἐξαίφνης ἐπιστραφῇ καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος
5. μὴ ἐόντος ἐν τῷ τραχήλῳ θανάσιμον. ὅπερ οὖν ἐν τῷ
6. προτέρῳ τῶν ἀφορισμῶν εἴρηται περιττὸν, νῦν ἐπισκεψώμεθα.
7. καὶ γὰρ καὶ τεθέαμαι γινόμενον αὐτὸ, παντάπασιν
8. ὀλεθρίως ἐχόντων τῶν καμνόντων, ὥστ’ ἤτοι μηδ’ ὅλως δύνασθαι
9. καταπίνειν ἢ μόγις, οὐκ ὄντος οἰδήματος ἐν τῇ
10. φάρυγγι. πάρεστι γὰρ τοῦτο διαγνῶναι σαφῶς ἀνοιχθέντος
11. μὲν ἐπὶ πλεῖστον τοῦ στόματος, προβληθείσης δὲ τῇ κάτω
12. γένυι τῆς γλώττης. ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ δυσχερῶς
13. καταπίνειν αἰτίαν ὑποληπτέον τὴν κοινωνίαν τοῦ χιτῶνος,
14. ὃς ὑποπέφυκεν ἐκ τῶν ἔνδον μερῶν, τοῦ τε στομάχου
15. καὶ τοῦ λάρυγγος. ἐδείχθη γὰρ οὗτος ἐν τῇ διὰ τοῦ
16. στόματος πορείᾳ τῶν σιτίων αὐτὸς μὲν ὑπὸ γαστρὸς κατασπώμενος,
17. ἀνασπῶν δ’ ὅλον τὸν λάρυγγα. οἰδησάσης οὖν
18. τῆς ἐν τῷ λάρυγγι φλεγμονῆς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἔστι
1. δ’ ὅτε μόγις ἕπεται κατασπώσῃ τῇ γαστρὶ, καὶ διὰ ταύτην
2. τὴν αἰτίαν ἤτοι γ’ οὐδ’ ὅλως ἢ μόγις καταπίνουσιν.