11. Ἐν νούσῳ πολυχρονίῃ ἀποσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες
12. κακόν.
14. Καὶ αὐτὴ μὲν καθ’ ἑαυτὴν ἡ ἀποσιτία σημεῖον ἐστι
15. μοχθηρὸν ἐν χρονίοις νοσήμασιν. ἐπὶ γὰρ τῶν σωθήσεσθαι
16. μελλόντων ἐκ τῶν τοιούτων νοσημάτων αὐτῷ τοὐναντίον
17. ὄρεξις σφοδροτέρα γίνεται σιτίων. ὥστ’ οὐκ ἀγαθὸν σημεῖον
18. ἡ ἀποσιτία. ὅταν δὲ καὶ τὰ κατὰ τὰς διαχωρήσεις
1. ὑπάρχει πονηρὰ, πολὺ δὴ καὶ μᾶλλον. ἀκράτους δ’ ὑποχωρήσεις
2. εἴρηκε τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος αὐτοῦ
3. τοῦ κενουμένου χυμοῦ μόνου διαχωροῦντος, εἴτε πικρόχολος
4. εἴτε μελαγχολικὸς εἴτε πρασοειδὴς εἴτε ὁ τῆς ἰώδους λεγομένης
5. ὑπάρχει χολῆς, ἐνδείκνυνται γὰρ αἱ τοιαῦται διαχωρήσεις
6. ἐκπεφρύχθαι τὴν κατὰ φύσιν ὑγρότητα πᾶσαν
7. ὑπὸ τῆς πυρετώδους θερμασίας.