13. Τὰ διὰ τῆς κύστεως διαχωρέοντα ὁρῆν δεῖ, ἢν οἷα
14. τοῖς ὑγιαίνουσιν ὑποχωρέεται. τὰ ἥκιστα οὖν ὅμοια τούτοισι,
15. ταῦτα νοσερώτερα· τὰ δὲ ὁμοιότερα τοῖς ὑγιαίνουσιν
16. ἥκιστα νοσερά.
1. Ὅμοια κατὰ τὸ σῶμα σύμπαν εἴρηται πρὸς Ἱπποκράτους
2. ἔν τε τῷ προγνωστικῷ καὶ κατ’ ἄλλα βιβλία πάντα
3. τοῖς ὑγιαίνουσι δηλοῦν ἀγαθόν τι, τὰ δ’ ἀνόμοια τοὐναντίον.
4. τοῦτο οὖν καὶ νῦν πειρᾶται λέγειν ὁ συνθεὶς τὸν ἀφορισμὸν
5. τοῦτον. ὑποπτεύω γὰρ καὶ τοῦτον οὐχ Ἱπποκράτους
6. εἶναι τῇ λέξει τεκμαιρόμενος οὐκ ἐχούσῃ τὴν αὐτὴν ἰδέαν
7. ταῖς ἐκείνου καὶ τοῖς λεγομένοις αὐτοῖς οὐκ ἀπηκριβωμένῃ
8. ὁμοίως ἐκείνου. ὅταν γοῦν εἴπῃ τὸ τὰ ἥκιστα ὅμοια τούτοις,
9. ταῦτα νοσερώτερά τις οὐκ ἂν μέμψαιτο νοσερώτερα
10. λέγοντι αὐτῷ ἀντὶ τοῦ νοσερώτατα, τοῦ τε ὕστατον νοσώδη.
11. τὸ γὰρ ἥκιστα μετ’ ἐπιτάσεώς τινος λέγεται καὶ πολλῆς
12. τῆς εἰς τὸ παρὰ φύσιν παρατροπῆς. ἕκαστον δὲ τῶν παρὰ
13. φύσιν εἰς ὅσον ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον
14. καὶ μοχθηρόν ἐστι. τὰ γοῦν ἥκιστα τοῖς κατὰ φύσιν ὅμοια
15. μάλιστά ἐστι τοῖς κατὰ φύσιν ἐναντία καὶ διὰ τοῦτο
16. νοσερώτατα.