Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 7.69, ed. Kühn, 1827, vol. 18a, p. 182-186. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:7.69


2. Καὶ οἷσι τὰ ὑποχωρήματα ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς,
3. ὑφίστανται οἷον ξύσματα, καὶ ἢν ὀλίγα ᾖ, ὀλίγη ἡ
4. νοῦσος γίγνεται, ἢν δὲ πολλὰ, πολλὴ, τουτέοισι ξυμφέρει
5. ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας
6. διδῷς τὰ ῥοφήματα, βλάψεις καὶ ὁκόσῳ ἂν πλείω διδῷς
7. μᾶλλον βλάψεις.

9. Τὰ διὰ τῆς γαστρὸς ὑπιόντα λέγειν εἴωθεν
10. αὐτὸς ὑποχωρήματά τε καὶ διαχωρήματα· καὶ διὰ τοῦτο
11. καὶ νῦν ἐδέξαντό τινες ἐπὶ τῶν κατὰ τὴν γαστέρα κενουμένων
12. εἰρῆσθαι τὸν λόγον αὐτῷ. μάχεται δ’ αὐτὸ τὸ προσκείμενον
13. ἐν τῇ λέξει, τὸ ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς,
14. οἰκεῖον γὰρ τοῦτο τοῖς ὑγροῖς, καὶ διὰ τοῦθ’ ἕτεροι πάλιν
15. ἐπὶ τῶν οὔρων ἐδέξαντο λέγειν αὐτόν. ἑκάτεροι δὲ πάλιν
16. σχιθέντες οἱ μὲν ἐφίστανται γράφουσι διὰ τοῦ ε τὴν πρώτην
17. συλλαβὴν, οἱ δὲ ὑφίστανται διὰ τοῦ υ. τοῖς μὲν οὖν
18. οὔροις οὐδέτερον ἐναντιοῦται τῶν ῥημάτων. καὶ γὰρ καὶ
1. διὰ τῶν ὑφισταμένων αὐτοῖς καὶ διὰ τῶν ἐφισταμένων εἰώθαμεν
2. καὶ τῶν παρόντων τι διαγινώσκειν καὶ τῶν μελλόντων
3. ἔσεσθαι, κατὰ δὲ τὰ διαχωρήματα τὸ ἐφίστασθαι μᾶλλόν
4. πως, πρέπει. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν οὔρων ἑτοίμη τῶν
5. ὑφισταμένων ἡ διάγνωσις, οὕτω κἀπὶ τῶν διαχωρημάτων.
6. ἐπὶ μὲν γὰρ τῶν οὔρων καὶ αὐτὸ τὸ ἄγγος ἐξ ὑέλου πεποιημένων
7. ἐνδείκνυται τῶν ὑφισταμένων τὴν φύσιν, καὶ εἰ ἐν
8. ἄλλῳ δέ τινι περιέχοιτο σκεύει, δυνατὸν ἀποχέοντας τὸ ἐπιπολῆς
9. αὐτὸ μόνον καταλιπεῖν τὸ ὑφιστάμενον. ἐπὶ δὲ τῶν
10. διαχωρημάτων οὐδέτερον πιθανόν. πάλιν δὲ αὐτὸ τὸ ἐφεξῆς
11. εἰρημένον τὸ οἷον ξύσματα τοῖς μὲν κατὰ τὴν γαστέρα
12. διαχωροῦσι πρέπει, τοῖς δ’ ἐκφερομένοις τῶν οὔρων καθ’
13. ὁντιναοῦν τρόπον εἴτ’ ἄνωθεν εἴτε κάτωθεν ἁρμόττει. ξυσματώδη
14. μὲν γὰρ κατὰ τὴν γαστέρα διαχωρεῖται πολλάκις,
15. ὀνομάζεταί τε συνήθως οὐχ ὑπὸ Ἱπποκράτους μόνον, ἀλλὰ
16. καὶ τῶν ἄλλων ἰατρῶν, οὐ μὴν ἐπί γε τῶν οὔρων. αὕτη
17. τοίνυν ἡ περὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα χρῆσις ἄκυρος
1. ἐνδείκνυται παρεγκεῖσθαι καὶ τοῦτον τὸν ἀφορισμόν. ἔτι τε
2. δὴ μᾶλλον ἐπειδὰν εἴπῃ, τούτοις συμφέρει ὑποκαθῆραι τὴν
3. κοιλίην. οὐ γὰρ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ὅτῳ ξυσματώδη
4. κατὰ τὴν κοιλίαν ὑπάγονται, τούτῳ συμφέρει καθαίρειν
5. αὐτὴν, ὥσπερ οὐδὲ βλάβη τις ἐξ ἀνάγκης ἕπεται τροφὴν
6. λαμβάνουσι τοῖς οὕτως ἔχουσιν. ὁρῶμεν γὰρ χολωδῶν διαχωρημάτων
7. γενομένων ἐκκρινόμενα κατὰ τὴν γαστέρα ξύσματα,
8. ἐφ’ οἷς οὔτε βλάπτονται ῥοφήματα λαμβάνοντες ἅπαντες
9. οὔτε προκαθαίρειν αὐτοὺς ἀναγκαῖόν ἐστιν, ἐάν γε πᾶν
10. ἤδη κεκενωμένον ᾖ τὸ χολῶδες. ἔτι δὲ μᾶλλον οὐδ’ εἰ τοῖς
11. οὔροις ἐμφέροιτο οἷον ξύσματα, καθαίρειν προσήκει πρὸς τῷ
12. καὶ χαλεπὸν εἶναι διαγνῶναι, τὴν ἰδέαν ὁποίαν
13. τινὰ εἶναι βούλεται τῶν ἐμφερομένων τοῖς οὔροις ξυσματωδῶν.
14. ἀλλ’ οἱ τούτους τοὺς ἀφορισμοὺς παρενθέντες δοκοῦσί
15. μοι χάριν αὐτοῦ τούτοις συνθεῖναι, τοῦ συγκεχύσθαι
16. τε τὸν λόγον, ὥσπερ αἴνιγμα καὶ δεῖσθαι ζητήσεως πολλῆς,
17. ἐν ᾗ καθιστάντες ἑαυτοὺς ἐξηγητὰς τῶν λεγομένων εὐδοκιμοῦσι
18. παρὰ τοῖς μειρακίοις. ὅτι δὲ οἱ λόγοι πάντες οἱ
1. ἀσαφεῖς ἀφορμὰς πολυλογίας παρέχουσι τοῖς σοφισταῖς δῆλον
2. ἔσται σοι κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἔνιοι
3. γάρ τοι τῶν ἐξηγησαμένων αὐτὸν οὔ φασιν ἀπαγορεύειν
4. τὸν Ἱπποκράτην, διδόναι ῥοφήματα τοῦ οὕτω διακειμένοις,
5. ἀλλὰ πλέονι κωλύειν εἰρηκέναι, ὁκόσῳ ἂν πλέονα διδῷς
6. μᾶλλον βλάψεις, ὥσπερ οὐ καὶ τῶν ἄλλων, ὅσοι χρῄζουσι
7. ῥοφημάτων ὑπὸ πλειόνων βλαπτομένων ἢ ὡς οὐκ ἀκόλουθον
8. τῷ φάντι, ὁκόσῳ ἂν πλεῖστα διδῷς μᾶλλον βλάψεις
9. καὶ τοῖς ἐλάττοσιν ἐλάττονα τὴν βλάβην ἔσεσθαι νομίζειν.
10. ἀλλ’ ὅμως διὰ τὸ τῆς ἑρμηνείας μοχθηρὸν ὑπάρχει τοῖς
11. σοφισταῖς πορίζεσθαι τοῖς λόγοις διαλύσεις καὶ μᾶλλόν γε
12. ὅταν ἐξῇ καὶ προσθεῖναί τι καὶ ἀφελεῖν καὶ μεταγράψαι,
13. ὅπερ ἐν τοῖς ἀσαφέσι λόγοις εἰώθασι πράττειν. αὐτίκα γέ
14. τοι καὶ κατὰ τοῦτον τὸν ἀφορισμὸν ἔνιοι τὸν καί σύνδεσμον
15. προσθέντες, ἢν ἄλλοι τοῦ μετ’ αὐτὸν ἀρχὴν τίθενται, ταύτην
16. ποιοῦσι τούτου τελευτὴν, ἵνα ὁ λόγος οὕτω ἔχῃ, ἢν δὲ
17. μὴ καθαρὴν ποιήσας διδῷς, μᾶλλον βλάψεις καὶ ὁκόσαις ἂν
1. κάτω ὠμὰ ὑποχωρέῃ, ὡς δηλονότι καὶ τούτοις ὅσῳ ἂν πλείω
2. διδῷς, μᾶλλον βλάψεις. εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς πάλιν γράφουσιν.
3. ὅτι χολῆς μελαίνης ἔνεστιν ἢν πλείω, πλείων, ἢν
4. ἐλάσσω, ἐλάσσων ἡ νοῦσος. οἵ γε μὴν πολλοὶ τῶν ἐξηγητῶν
5. ἑτέρως ἐξηγοῦνται καὶ γράφουσιν ὡς ὑπογέγραπται ῥῆσις.

Cliquer un n° de page pour en afficher l’image