10. Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη κακόν.
12. Ὅτι μὲν ἡ πολυποσία πολλὴν πόσιν οὐχ ὕδατος, ἀλλ’
13. οἴνου δηλοῖ πρόδηλον παντί. παραφρονοῦσι δ’ ἐπὶ ταῖς
14. τοιαύταις πόσεσιν ἔνιοι πληρουμένης τῆς κεφαλῆς αἵματός
15. τε καὶ πνεύματος θερμοῦ. δι’ αὐτὸ δὲ τοῦτο καὶ θερμότεροι
16. γίνονται, μάλιστα μὲν τὴν κεφαλὴν, ἤδη δὲ καὶ σύμπαν
17. τὸ σῶμα. σπάνιοί γε μὴν ἐξ αὐτῶν εἰσὶν οἱ σὺν τῇ
18. παραφροσύνῃ ῥιγώσαντες, ἐφ’ ὧν οὐκ ἐξάπτεται τὸ σύμφυτον
1. θερμὸν, ἀλλὰ σβέννυται διὰ τὸ πλῆθος, ὥσπερ ἐπὶ
2. τῶν πολλῶν ξύλων ἐπιβληθέντων τῷ πυρὶ ἥ τε τοῦ λύχνου
3. φλὸξ ἐξ ἐλαίου καταχυθέντος ἀθρόως.