8. Ὁκόσα ἂν κάτω ὠμὰ ὑποχωρέῃ ἀπὸ χολῆς μελαίνης ἐστὶν,
9. ἢν πλείω πλείων, ἢν ἐλάσσω, ἐλάσσων ὁ νοῦσος.
11. Εἴρηται δὲ καὶ πρόσθεν ὅτι καὶ ἄλλοι τινές εἰσιν,
12. ἔξεστι γὰρ ἐν τοῖς ἀσαφέσιν ὡς ἂν ἐθέλῃ τις γράφειν, οὐδενὸς
13. ἐπὶ τοῖς μεταγράφουσι νόμου κειμένου, πολλάκις δὲ
14. οὐ διὰ τὴν ἀσάφειαν, ἀλλ’ ὅτι ψευδής ἐστιν ὁ λόγος· διὰ
15. τοῦτο ἀναγκάζονται προσγράφειν τοῖς ἐξ ἀρχῆς εὑρεθεῖσιν
16. ἢ ἀφαιρεῖν ἢ μεταγράφειν, ὥσπερ ἀμέλει καὶ κατὰ τόνδε
17. τὸν ἀφορισμὸν, οὗ τὴν λέξιν οἱ πρῶτοι τῶν ἐξηγησαμένων
1. τοὺς ἀφορισμοὺς, ὧν ἐστιν Ἡρόφιλος, ὁ Βακχεῖος, Ἡρακλείδης
2. τε καὶ Ζεῦξις οἱ ἐμπειρικοὶ, τοιαύτην τινὰ γράφουσιν.
3. ὁκόσοις ἂν κάτω ὠμὰ ὑποχωρέῃ χολῆς μελαίνης
4. ἐστὶν, ἢν πλείω, πλείονος, ἢν ἐλάσσω, ἐλάσσονος. ἀλλ’ ὅτι
5. τῶν ἐπὶ μέρους τινὸς ὁ λόγος οὗτος ἑρμηνευτὴς ἐστιν, εἴρηται
6. δ’ ὡς ἐκ καθόλου, διὰ τοῦτο τὴν ἀπορίαν παρέσχεν.
7. ἐπεί τοι λεγόμενον αὐτοῦ κατὰ τὴν λέξιν οὐδεμίαν ἔχει
8. ζήτησιν, ἀποφαινομένου τοῦ γράψαντος αὐτήν. οἷς ἂν ὠμὰ
9. χωρέῃ, διὰ χολῆς μελαίνης ἐνεῖναι τοῖς πέττουσιν ὀργάνοις
10. δηλονότι, δι’ ἣν ψυχόμενα χείρω πέττει καὶ τρόπον ἀπεψίας
11. ἐργάζεται τὸν κατ’ ὠμότητα, τῆς ξανθῆς χολῆς τὸ
12. ἐναντίον ἐργαζομένης, οἷον κνισώδη γάρ τινα γίνεται δι’
13. αὐτὴν ἀπεπτούμενα. τινὲς δὲ καὶ τοῦτον τὸν λόγον ἔτι
14. περὶ τῶν οὔρων ἡγοῦνται λέγεσθαι.