2. Αἱ ἀποχρέμψεις ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι
3. αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ χολώδεες καὶ
4. δυσώδεες πᾶσαι κακαὶ, ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ
5. καὶ κατὰ κοιλίην καὶ κύστιν καὶ ὅκου ἄν τι ἀποχωροῦν
6. στῇ κεκαθαρμένον κακόν.
8. Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν γέγραπται κατὰ
9. τόνδε τὸν τρόπον. αἱ ἀποχρέμψιες ἐν τοῖσι πυρετοῖσιν ἐν
10. τοῖσι μὴ διαλείπουσιν αἱ πελιδναὶ καὶ αἱματώδεες, πᾶσαι
11. κακαί. ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ τὴν διαχώρησιν
12. καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μήτε τῶν συμφερόντων
13. ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. ἐξηγησάμεθα δ’
14. αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.