17. Τὰ σώματα χρὴ, ὅπου τις βούλεται καθαίρεσθαι, εὔροα
18. ποιέειν καὶ ἢν ἄνω εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην, ἢν
19. δὲ κάτω, ῥυῆσαι τὴν κοιλίην.
1. Καὶ τούτου τοῦ λόγου τὸ πρῶτον μέρος ἔμπροσθεν γέγραπται,
2. μὴ προσκειμένου τοῦ καὶ ἄνω, ἢν βούλῃ εὔροα
3. καὶ τὰ ἐφεξῆς, ἅτινα προσγράψαι βουλόμενος ἐνταυθοῖ
4. τις ἐνέγραψεν αὖθις τὸν αὐτὸν ἀφορισμὸν μετ’ ἐξηγήσεως,
5. ὥσθ’ ὑπάρχειν ἀληθῆ. ὅτι ἀληθεστέρα ταύτης ἑτέρα τίς
6. ἐστιν ἐξήγησις, ἣν καὶ διὰ μακρᾶς πείρας ἡμεῖς ἐβασανίσαμεν,
7. ἔμπροσθεν δέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα.