2. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ
3. ᾖ, τὰ δὲ ἔσω καίηται καὶ πυρετὸς ἔχῃ, θανάσιμον.
5. Καὶ οὗτος ὁ ἀφορισμὸς εἰκῆ γέγραπται πρόσθεν ἄμεινον
6. εἰρημένος, χωρὶς τοῦ καὶ πυρετὸς ἔχῃ. νῦν δὲ ἐκ περιττοῦ
7. πάλιν ἔχει προσκείμενον τὸ καὶ πυρετὸς ἔχῃ· προειρηκότος
8. γὰρ αὐτοῦ κατὰ τὴν ἀρχὴν, ἐν τοῖσι μὴ διαλείπουσι
9. πυρετοῖς, ματαία πάλιν ἡ ἐπὶ τῇ τοῦ λόγου τελευτῇ
10. προσθήκη καὶ πυρετὸς ἔχῃ.