18. Ἐπὶ σφακελισμῷ ἀπόστασις ὀστέου.
1. Ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ
2. ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν
3. ἀπόστασιν αὐτοῦ ἕπεσθαι ἢ τῷ τῆς προκειμένης σαρκὸς,
4. οὐκ ἐδήλωσε, δύναται δ’ ἑκάτερον ἀληθῶς λέγεσθαι.