6. Ἐπὶ φύματος εἴσω ῥήξιος ἔκλυσις, ἔμετος καὶ λειποψυχία
7. γίνεται.
9. Φῦμα μὲν ὠνόμασεν, ὅπερ ἐν ἑτέροις αὐτὸς εἴωθε
10. προσαγορεύειν ἐμπύημα, τὴν δ’ ἔσω ῥῆξιν αὐτοῦ τὴν εἰς
11. τὴν γαστέρα λέγει. ταύτῃ γὰρ ἔμετος ἕπεται, ὡς αἵ γε τὸν
12. κατὰ θώρακά τε καὶ πνεύμονα φυμάτων ῥήξεις οὐκ ἐμέτους,
13. ἀλλ’ ἐκ ἀνάγκης μὲν βῆχα, πολλάκις δὲ καὶ πνίγα φέρουσιν,
14. ὥσπερ γε καὶ αἱ εἰς τὰ ἔντερα συῤῥήξεις τῶν ἐμπυημάτων
15. διαχώρησιν ἐργάζονται πύου. κοινὸν δὲ πασῶν ῥήξεων
16. ἔκλυσίς τε καὶ λειποψυχία, διὰ τὴν τοῦ ζωτικοῦ πνεύματος
17. ἔκκρισιν, ὡς ἑτέρωθι δέδεικται.