7. Ἐπὶ αἵματος ἐμέτῳ φθόη καὶ τοῦ πύου κάθαρσις ἄνω.
9. Ἐπὶ τῇ φθόῃ ῥεῦμα ἐκ τῆς κεφαλῆς ἐπὶ τῷ ῥεύματι
10. διάῤῥοια, ἐπὶ τῇ διαῤῥοίᾳ σχέσις τῆς ἄνω καθάρσεως, ἐπὶ
11. τῇ σχέσει θάνατος. ἐν τοῖς πλείοσι τῶν ἀντιγράφων καὶ
12. παρὰ τοῖς πλείστοις τῶν ἐξηγητῶν γέγραπται· ἐπὶ αἵματος
13. ἐμέτῳ φθορά. κατά τινα μέντοι τῶν ἀντιγράφων ἐπὶ αἵματος
14. ἐμέτῳ φθόη γέγραπται. φαίνεται γοῦν ὅτι καὶ ταῦτα συνηράνισται
15. μοχθηρῶς ἐκ πολλῶν Ἱπποκρατείων ἀποφάσεων
16. συγκείμενα παρεφθαρμένως, μάλιστα δὲ παρ’ ἐκείνων τῶν
17. ἀφορισμῶν ἐπὶ αἵματος πτύσει, πύου πτύσις καὶ ῥύσις. ἐπὴν
18. δὲ τὸ σίαλον ἴσχηται, ἀποθνήσκουσιν.