2. Ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν καὶ ἐν τοῖσι κατὰ τὴν
3. κοιλίην ὑποχωρήμασι καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας καὶ
4. ἤν πη ἄλλη τῆς φύσεως ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον,
5. ὀλίγη νοῦσος γίνεται, ἢν πολὺ δὲ, πολλὴ, ἢν πάνυ πολλὴ,
6. θανάσιμον τὸ τοιοῦτον.
8. Οὗτος ὕστατος ὁ ἀφορισμὸς ἐν πλείστοις τῶν ἀντιγράφων
9. γέγραπται, κατά τινα μέντοι καὶ ἄλλοι πρόσκεινται,
10. διεσκευασμένοι καθάπερ καὶ οἵδε οὓς διεληλύθαμεν ἐκ τῶν
11. γνησίων ὄντας οὕτως, ὥστε τοὺς μὲν αὐτῇ τῇ λέξει, τοὺς
12. δὲ παρὰ βραχὺ, τοὺς δὲ μετὰ βραχείας προθέσεως ἐοικέναι
13. τοῖς ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους γεγραμμένοις,
14. ὅθεν αὐτοὺς οὐδ’ ἡμεῖς ἔτι προσεθήκαμεν. οὐδὲ γὰρ
15. αὐτὸς οὗτος ὁ νῦν προκείμενος ἔχει τι περιττότερον ὧν
16. πολλάκις ὁ Ἱπποκράτης ἔδειξεν, ἀλλὰ καὶ ὁ τρόπος τὰς ἑρμηνείας
17. εὔδηλος ὁ κατ’ ἐκεῖνον. τὸ δὲ οἷα καὶ ἐν τοῖς κατὰ
18. τὴν κύστιν καὶ ἐν τοῖς κατὰ τὴν κοιλίαν ἀποδόσεως χρῄζει,
1. τό γε μὴν κεφάλαιον, ὡς ἔφην, ἀληθές. εἰ μὲν γὰρ ὀλίγον
2. ἐκβαίνοι τοῦ κατὰ φύσιν ἐν οἵῳ δή ποτε μορίῳ μακροτέραν
3. τὴν νόσον· εἰ δ’ ἐπὶ πλέον, πολλὴν ὑποληπτέον· εἰ πάνυ
4. πολλὴ τοῦ κατὰ φύσιν ἡ μετάβασις γένηται, θανάσιμον
5. εἶναι τὸ τοιοῦτον νόσημα.