2. Ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ καὶ σπασμὸς κακόν.
4. Οὗτος ὁ ἀφορισμὸς ἡμᾶς ὠφελεῖ μεγάλα πρὸς
5. τὸ πεισθῆναι γίνεσθαί ποτε παραφροσύνας ἐπ’ ἐνδείᾳ παραπλησίῳ
6. τρόπῳ τοῖς κατὰ κῶλα τρόμοις. ἐκεῖνά τε γὰρ
7. ἀῤῥωστίᾳ τῆς κινούσης αὐτὰ δυνάμεως ἀστηρίκτους ἴσχει
8. τὰς κινήσεις, ὅ τ’ ἐγκέφαλος παραφόρους. διόπερ οὐδὲ
9. σφοδρὸν γίνεταί ποτε τὸ τοιοῦτον εἶδος τῆς παραφροσύνης,
10. ἀλλὰ μέτριόν τε καὶ ὡς ἂν εἴποι τις ληρῶδες, αὐτὸς γὰρ
11. εἴωθεν ὀνομάζειν λῆρον τὴν μετρίαν παρακοπήν. ἐὰν οὖν
12. καὶ σπασμός ποτε συνέλθῃ τῇ τοιαύτῃ παραφροσύνῃ, παντάπασιν
13. ἀνιάτως ἔχουσιν. ἔνια μὲν οὖν τῶν ἀντιγράφων
14. διὰ τοῦ καί συνδέσμου γέγραπται, τινὰ δὲ τὸν παραδιαζευκτικὸν
15. ὀνομαζόμενον ἔχει τὸ ἤ, καθ’ ὃν καὶ ἡ παραφροσύνη
16. μὲν οὐκ ἀγαθόν ἐστι σύμπτωμα μεθ’ αἵματος ῥύσιν,
17. εἰ καὶ μόνη συμβαίη. πολὺ δὴ μᾶλλον ὁ σπασμὸς, εἰ καὶ
18. χωρὶς παραφροσύνης γένοιτο, μέγιστον δὲ κακὸν, εἰ ἀμφοῖν
1. ἐστι σύνοδος. ὅπου γε καὶ μόνος ὁ διὰ τὴν ἄμετρον κένωσιν
2. γενόμενος σπασμὸς ὀλεθριώτατόν ἐστι σύμπτωμα. τὸ
3. μὲν γὰρ τῆς παραφροσύνης ἧττόν ἐστι κακόν.