ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
ΥΠΟΜΝΗΜΑΤΑ.
1. Πάντες σχεδὸν οἱ προγράψαντες ἐξηγήσεις
2. τῶν ἀφορισμῶν ἐν ἀρχῇ μὲν ἐπὶ πλέον ἐπεκτείνουσι τοῦ
3. χρησίμου τὸν λόγον, ἐκλύονται δὲ προϊόντες, ὥστε πρῶτον
4. μὲν ἐπὶ τὸ χρήσιμον προϊέναι μόνον, εἶθ’ ἑξῆς ἐλλιπέστερον
5. τούτου καὶ τελευτῶντες ἐσχάτως συντέμνουσι τὰς
6. ἐξηγήσεις, ὡς μηδ’ ὅτι νόθοι τῶν ἀφορισμῶν εἰσιν ἔνιοι
7. καὶ προφανῶς ψευδεῖς, ἔτι παρακολουθεῖν. ἀλλ’ ὥσπερ οἱ
1. κάμνοντες ἐν τοῖς διαλόγοις ἐπινεύουσι πρὸς ἅπαν ἑτοίμως,
2. οὕτω καὶ αὐτοὶ προσίενταί τε πάντας, οὓς ἂν εὕρωσι γεγραμμένους
3. ἀφορισμοὺς εἰς ἔσχατόν τε βραχυλογίας ἀφικνοῦνται
4. κατὰ τὰς ἐξηγήσεις αὐτῶν ἐπιλανθανόμενοι τῆς
5. ἐν ἀρχῇ μακρολογίας. ἀλλ’ ἡμεῖς γε τὰς ἄλλας αὐτῶν ἀτοπίας
6. ἐπειράθημεν φυλάξασθαι καὶ πάσας ὁμαλῶς ποιήσασθαι
7. τὰς ἐξηγήσεις ἐσπουδάσαμεν, ἐστοχασμένας μὲν τῶν
8. ἀληθῶν τε ἅμα καὶ χρησίμων τῇ τέχνῃ; τῇ δὲ ἑρμηνείᾳ
9. μήτε εἰς βραχυλογίαν ἐσχάτην συνηγμένας, οὐ γὰρ ὑπομνήματι
10. τὸ τοιοῦτον, ἀλλὰ συγγράμματι πρέπει, μήτ’ εἰς μῆκος
11. τοσοῦτον, ὅσον ἐν ἀρχῇ τῶν ἐξηγήσεων ἐκεῖνοι πεποίηνται.
12. τὸ δ’ ἄριστον ἐν ἅπασι τοῖς λόγοις, ὅπερ καὶ σύμμετρόν
13. ἐστιν ἑκάστῃ πραγματείᾳ, τοῦτο ἐσπουδάσαμεν ἀπ’ ἀρχῆς
14. μέχρι τέλους διαφυλάξαι.