Galenus. Adversus Lycum (Adv. Lycum) [n° 103 Fichtner] [GalLat]

Πρὸς Λύκον
Contre Lycos
Against Lycus (Adv. Lyc.)
Wenkebach, 1951.
Adversus Lycum, 1829, vol. 18a, p. 196-245. urn:cts:greekLit:tlg0057.tlg093.verbatim-lat1

Adversus Lycum, 1, ed. Kühn, 1829, vol. 18a, p. 196-198. urn:cts:greekLit:tlg0057.tlg093.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΛΥΚΟΝ ΒΙΒΛΙΟΝ.

1. Ἀνεμέσητον μὲν δήπου Λύκῳ καὶ παντὶ τῷ
2. βουληθέντι πρὸς Ἱπποκράτην γράφειν. ἔτι δὲ ἀνεμεσητότερον
3. οἶμαι τοῖς δυναμένοις ἀπολύσασθαι τὰ κακῶς εἰρημένα πρὸς
4. αὐτὸν ἐγκλήματα, καθάπερ ἐν δικαστηρίῳ τοῖς
5. ἀναγνωσομένοις ἀμφοτέρων τὰ γράμματα, τὴν ἀπολογίαν
6. ποιήσασθαι, καὶ μάλιστα ὅταν ὁ μὲν ἐγκαλῶν πρὶν μαθεῖν
7. τὰ λεγόμενα θρασύνεται, τῷ δ’ ἀπολογουμένῳ πεπαιδεῦσθαι
8. κατὰ τοῦ παλαιοῦ δόγματος. Λύκος τοίνυν ἔγραψε
1. μὲν ἐξηγητικὰ τῶν Ἱπποκράτους ἀφορισμῶν ὑπομνήματα,
2. λωβᾶται δὲ τοῖς δόγμασι τἀνδρὸς ἑκατέρωθεν οἷς τε ψέγειν
3. καὶ οἷς ἐπαινεῖν τινα τῶν ἐπ’ αὐτοῦ λεγομένων οἴεται καὶ
4. δι’ ὧν ἀντιλέγειν ἐπιχειρεῖ. τά τε γὰρ ἐπαινούμενα Λύκου
5. φαντάσματά ἐστιν, οὐχὶ Ἱπποκράτους δόγματα, δι’ ὧν τε
6. ἀντιλέγει δῆλός ἐστι μηδὲ τὰ στοιχεῖα τῆς Ἱπποκράτους
7. τέχνης ἐπιστάμενος. ὅτῳ δ’ οὐκ ἔστι τῶν στοιχείων ἐπιστήμη,
8. σχολῇ γ’ ἂν οὗτος οὐ τὰς συλλαβὰς εἰδείη τῆς τέχνης
9. ἐκείνης ἢ τῶν ἀπ’ αὐτῆς. εἰ μὲν οὖν ἐγὼ πρῶτος ἢ
10. μόνος ἔλεγον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ
11. τὰ τῶν ζώων σώματα συγκεῖσθαι νομίζειν Ἱπποκράτην,
12. τάχα ἂν ἴσως εὐλαβέστερον ἐνεκάλουν Λύκῳ πρὶν γνῶναι
13. τὰ στοιχεῖα τῆς Ἱπποκράτους τέχνης ἐπιχειροῦντι τῶν συγγραμμάτων
14. αὐτοῦ γράφειν ἐξηγήσεις. οὔτε γὰρ ὅσοι δόγμασιν
15. ἐναντίοις ἐνεγράφησαν οὔθ’ ὅσοι μήτε τὰ πρῶτα γινώσκουσι
16. τῆς τέχνης χρήσιμα εὔλογον ἐξηγεῖσθαι τοὺς ἀφορισμοὺς,
17. ἀλλ’ ὥσπερ μεμαθήκασι μὲν ἐκ τῆς παιδικῆς
18. ἡλικίας, ἐπαινοῦσι δὲ πάλιν ἢ ψέγουσιν αὐτοῦ τὰ δόγματα.
1. Λύκος δὲ εἰς τοσοῦτον ἄρα τῆς Ἱπποκράτους τέχνης ἀμαθής
2. ἐστιν, ὡς ἐγὼ θεοὺς ἅπαντας ἐπόμνυμι, τὰς πρώτας
3. τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων αὐτοῦ ἐξηγήσεις
4. ἀναγνοὺς, οὐκέθ’ ὑπέμεινα τὸ λοιπὸν τοῦ βιβλίου ἀναγνῶναι,
5. τοσοῦτον ἐφαίνετο τῆς γνώμης ἁμαρτάνειν τοῦ παλαιοῦ.
6. τῶν ἑταίρων δέ τινος ἀξιώσαντος ἐπακοῦσαί με τῶν εἰς
7. τόνδε τὸν ἀφορισμὸν ὑπ’ αὐτοῦ γεγραμμένων, ἐν ᾧ φησι τὰ
8. αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, εἶτα πολλῶν
9. καὶ ἄλλων παρακαλεσάντων ἀπολογήσασθαι πρὸς τὰς κατηγορίας,
10. οὕτως ἀναγκασθεὶς ἐπὶ τόνδε τὸν λόγον ἧκον.

Cliquer un n° de page pour en afficher l’image