11. Ἵνα δὲ τοῖς μὲν ὑπ’ ἐκείνου λεγομένοις, ὑπ’ ἐμοῦ δὲ
12. μέλλουσι πρὸς αὐτὰ ῥηθῆναι, ῥᾷον ἀκολουθήσωσιν οἱ δικάσοντες
13. ἡμῖν, ἀναγκαῖον ἔσται μοι βραχέα προειπεῖν. ὅτι
14. μέν ἐστι θερμὸν ἐν ἡμῖν ἐναργῶς ἅπασι φαίνεται, πότερα
15. δ’ ἐκ κινήσεως τοῦτο τῆς κατὰ τὴν καρδίαν καὶ
16. τὰς ἀρτηρίας ἔχει τὴν γένεσιν ἢ καθάπερ αὐτὸ τὸ κινεῖσθαι
1. τῇ καρδίᾳ σύμφυτον ὑπάρχει, τὸν αὐτὸν τρόπον καὶ
2. ἡ θερμασία, διαπεφώνηται τοῖς ἰατροῖς. ἀλλ’ ὅστις γε
3. βούλεται μαθεῖν ἐπιστημονικῶς, ἀρχὰς τοῖς ζώοις ἅπασι γενέσεως
4. εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ
5. τὸ ὑγρὸν, ἓν ἔχει βιβλίον ὑπ’ ἐμοῦ γεγραμμένον, ἐν ᾧ τὴν
6. Ἱπποκράτους γνώμην ἐξηγοῦμαι καὶ ἀποδεικνύω. τοῦτο μὲν
7. δὴ τὸ βιβλίον ἐπιγέγραπται περὶ τῶν καθ’ Ἱπποκράτους
8. στοιχείων. ἕτερα δὲ ἐφεξῆς ἐστιν αὐτοῦ τὰ περὶ κράσεων,
9. ἐν οἷς δείκνυμι τίνα μὲν τῶν σωμάτων πλείονα μοῖραν ἐν
10. ἑαυτοῖς ἔχει τοῦ θερμοῦ στοιχείου, τίνα δ’ ἐλάττονα. καὶ
11. ὡς διὰ τοῦτ’ αὐτὸ τὰ μὲν θερμότερα φύσει, τὰ δὲ ψυχρότερα
12. γέγονεν. ἅπασι γὰρ ἡμῖν ὑπάρχει τὸ θερμὸν στοιχεῖον
13. ἔμφυτον ἐκ πρώτης ἀρχῆς, ἣν ἐκ σπέρματός
14. τε καὶ καταμηνίου κεκτήμεθα. διαφέρομεν δ’ ἀλλήλων
15. ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἶναι θερμοί· ἀλλ’ εἰσὶ γέ τινες
16. ὅροι τούτου τοῦ πλάτους, ὧν ἐπέκεινα τῆς κράσεως ἐξικομένης
17. ἤτοι νοσεῖν ἡμῖν ἀναγκαῖόν ἐστιν ἢ διαφθείρεσθαι.
18. καὶ γὰρ ἐπὶ πλέον ψυχθέντες ἐν νοσήματι ψυχρῷ καθιστάμεθα
1. καὶ θερμανθέντες ἔξω τοῦ κατὰ τὴν ὑγείαν πλάτους
2. εἰς πυρετὸν ἀγόμεθα. καὶ τοίνυν καὶ τῶν πυρετῶν αὐτῶν
3. ἔνιοι μὲν ἀκριβῶς εἰσι ξηροὶ, καθάπερ οἱ ἀκριβῶς καῦσοι,
4. τινὲς δὲ ἐσχάτως ὑγροὶ, καθάπερ οἱ τυφώδεις ὀνομαζόμενοι.
5. εἰ δ’ οὐ χαίρει τις τοῖς οὕτω καλουμένοις ἢ κατ’ ἄλλου
6. πράγματος ἐπιφέρειν εἴθισται τὰς εἰρημένας προσηγορίας,
7. ἐγὼ τούτῳ τῷ λόγῳ διηγήσομαι τοὺς ὑγροὺς πυρετοὺς ὁποίους
8. εἶναί φημι. ἱδροῦσι μὲν οἱ κάμνοντες ἀπὸ πρώτης ἡμέρας,
9. ἐν δ’ αὐτοῖς ἱδρῶσιν ἢ μετρίως ἢ οὐδὲν ὀνινάμενοι, τούτους
10. ὑγροὺς ἐγὼ τοὺς πυρετοὺς ὀνομάζω, ξηροὺς δὲ ἔμπαλιν ἐκείνους
11. καλῶ τῶν πυρετῶν, οἷς δίψα σφοδρὰ καὶ γλῶττα ξηρὰ
12. καὶ δέρμα σκληρὸν οἷόν περ βύρσα καὶ πολὺς αὐχμὸς ἐν
13. ἅπαντι τῷ σώματι. καὶ μὴν καὶ ἕτεροί τινές εἰσι πυρετοὶ
14. τὴν διαπνοὴν ὅλου τοῦ σώματος ἔχοντες ἀνιαρὰν τοῖς ἁπτομένοις,
15. ὡς νύττεσθαί τε καὶ δάκνεσθαι δοκεῖν, διχῶς καὶ
16. τούτου γινομένου, ποτὲ μὲν ἀερώδους ξηροῦ τοῦ προσπίπτοντος
17. ἡμῖν, ἔστι δ’ ὅτε ὑγροῦ πως φαινομένου, καθάπερ
18. ἀτμοῦ τινος. τοιαύταις ἰδέαις ἀλλήλων διαφέρουσι καὶ
1. τῶν ὑγιαινόντων αὐτῶν αἱ κράσεις, ἃς δὴ καὶ δυσκράτους
2. εἶναί φαμεν, ἐπανορθούμεθά τε καθ’ ὅσον οἷόν τε τὴν φυσικὴν
3. δυσκρασίαν αὐτῶν. ἔστι γὰρ καὶ τοῦτο μόριον οὐ
4. σμικρὸν τῆς ὑγιεινῆς τέχνης. ὅσα δὲ εὔκρατα φύσει τῶν
5. σωμάτων ἐστὶν, οὐδὲν τοιοῦτον ἁπτομένοις ἐμφαίνει. σύμμετρα
6. γὰρ ἀκριβῶς ἐστιν, ὡς μηδὲν ἐνδεῖν αὐτοῖς τὸ θερμὸν,
7. οἷα γέρουσιν ἢ τοῖς ἐψυγμένοις, μήθ’ ὑπερβάλλειν, ὡς
8. τοῖς ἀμετρότερον πονήσασιν ἢ διατρίψασιν ἐπὶ πλεῖον ἐν
9. ἡλίῳ θερινῷ. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ τὸ δάκνον ἢ ἀνιαρὸν
10. ἡ τούτων ἔχει θερμασία. σαφηνείας δὲ ἕνεκα τῶν λεγομένων
11. οὐδὲν ἂν εἴη χεῖρον ἀναμνησθῆναί σε βαλανείων,
12. ἐν οἷς ἓν μέν ἐστι δήπου τὸ τῶν εὐκράτων εἶδος, αἱ δυσκρασίαι
13. δὲ πολλαί. μία μὲν γὰρ δυσκρασία βαλανείου,
14. ψυχροτέρου τῆς χρείας ὑπάρχοντος, ἑτέρα δὲ εἰ μέχρι τοῦ
15. λυπεῖν ἤδη θερμανθείη, τρίτη δ’ ἄλλη καθ’ ἣν οὔθ’ ὡς
16. ψυχρότερον οὔθ’ ὡς θερμότερον αἰτιώμενοι πλῆρες ἀτμοῦ
17. φαμεν ὑπάρχειν καὶ κατὰ τοῦτο μεμφόμεθα. τίς γὰρ οὐκ
18. οἶδεν, εἴ γε ὅλως ἄνθρωπός ἐστιν, ὡς εὔκρατόν ἐστι μὲν
1. ὕδωρ πολλάκις, ἔστι δ’ ὁμοίως αὐτῷ ὁ καὶ ἀὴρ καὶ ἀτμός.
2. οὕτω γοῦν καὶ λίθος εὔκρατος ἐν αὐτοῖς τοῖς βαλανείοις
3. γίγνεται, καθ’ οὗ κυλινδεῖσθαι δυνατὸν, οὕτε θερμασίαν
4. ὑπερβάλλουσαν οὔτε ψύξιν αἰτιώμενον, οὔτ’ αὐχμὸν ἢ πλῆθος
5. ὑγρότητος. ὥσπερ οὖν ἐν ὕδατι καὶ λίθῳ καὶ ἀέρι
6. σύμμετρος γίγνεται θερμότης, οὕτως καὶ κατὰ τὸν ἀτμὸν,
7. ὃς ἐπειδὰν εὔκρατος ὢν ἐμπλήσει τὸ βαλανεῖον, οἱ λουόμενοι
8. δυσχεραίνουσι μὲν καὶ μέμφονται τὸ τοιοῦτον λουτρὸν,
9. ψυχρότερον δὲ ἢ θερμότερον οὐκ ὀνομάζουσιν, ὡς εἴ γε καὶ
10. τοιοῦτόν τι ποιεῖ, διττὴν ποιοῦνται τὴν κατηγορίαν τοῦ βαλανείου,
11. ψυχρὸν εἶναι φάσκοντες αὐτὸ καὶ μεστὸν ἀτμοῦ,
12. καθάπερ γε καὶ θερμὸν αὖθις ἀμέτρως σὺν ἀτμῷ δαψιλεῖ.
13. μὴ τοίνυν ἐπιλανθανώμεθα τούτων μηδὲ τὰ
14. κοινῇ πᾶσιν ἀνθρώποις γιγνωσκόμενα διαφθείρωμεν ὑπὸ
15. περιττῆς σοφίας, ἣν ἐπιδείκνυνταί τινες, ἀλλὰ μεμνημένοι
16. τῶν βαλανείων, ἐπειδὰν ἀκούσωμέν τινος ἐπὶ ζώου λέγοντος,
17. ὡς ἔστι τούτου μὲν εὔκρατον τὸ θερμὸν, τούτου δὲ δύσκρατον,
1. οὐκ ἐπ’ ἄλλο τι μεταφέρωμεν τὴν διάνοιαν, ἀλλ’ ἐφ’
2. ὅπερ ἅπαντες οἱ τὰς κοινὰς ἐννοίας διασώζοντες ἄνθρωποι,
3. καθ’ ἑκάστην ἡμέραν ἐν ἄλλοις τε πολλοῖς καὶ μέντοι γε
4. καὶ τοῖς βαλανείοις ὧν ἐμνημόνευσα. θερμὸν γοῦν εἷναί
5. φασι τὸ βαλανεῖον καὶ ψυχρὸν, εἶτ’ αὖθις ἀτμοῦ πλῆρες ἢ
6. ξηρὸν καὶ αὐχμῶδες καὶ ἑκάστῳ τῶν ὀνομάτων ἴδιόν τι δηλοῦντες
7. πρᾶγμα. πρὸς τοίνυν τοῖς εἰρημένοις ἕτερόν τι βαλανεῖόν
8. ἐστι καπνοῦ πλῆρες καὶ ναὶ μὰ Δία γε τούτου πολυειδεστάτου.
9. ἕτερος μὲν ὁ ἐκ δρυίνων ξύλων, ἕτερος δὲ ὁ
10. ἐκ συκίνων ἢ ἐλαΐνων ἐστὶ καὶ καθ’ ἕκαστόν γε δένδρον
11. ἄλλος καὶ ἄλλος. ἀλλ’ οὐδέπω δέομαι τῶν κατὰ μέρος διαφορῶν.
12. ἀρκεῖ γάρ μοι τήν γε πρώτην ὅλον γε τὸ γένος
13. τοῦτο μιᾷ κλήσει καὶ νοήσει περιλαμβάνοντι καπνώδη τὸν
14. ἀέρα φάναι τοῦ βαλανείου, μηδ’ ἐνταῦθα μεμφόμενον αὐτοῦ
15. θερμασίαν ἢ ψύξιν ἢ ὥσπερ γε μεμφόμενον αὖθις, εἰ οὕτως
16. ἔτυχε κατ’ ἄμφω, καὶ ὡς θερμὸν τὸ βαλανεῖον καὶ ὡς
17. καπνῶδες. ἐάσης οὖν ἤδη τὰ βαλανεῖα τῶν καθ’ ἑκάστην
1. ἡμέραν ἐν ταῖς οἰκίαις ἡμῖν συμβαινόντων ἀναμνήσθητί μοι,
2. ποτὲ μὲν ὑγρότητα τῶν οἰκίων ἐν οἷς ἔσμεν, ἔστι δ’ ὅτε
3. ἄμετρον ψύξιν ἢ θερμότητα μεμφόμεθα, πότερα μὲν οὖν
4. ὁμοίως μεμφόμεθα τὸν κατὰ τὸν οἶκον ἀέρα τοῖς ὑπὸ κύνα
5. καύμασι, κἀπειδὰν καπνοῦ πληρωθῇ, ἢ κἀνταῦθα ὥσπερ
6. ἐν ταῖς βαλανείοις ἔστιν ὅτε κατὰ μὲν τὴν θερμασίαν διαλλάττουσιν
7. οὐδὲν, ἔστι δ’ αὐτῶν ὁ μὲν αὐτὸ δὴ τοῦτο μόνον,
8. ἀὴρ θερμὸς, ὁ δὲ σὺν τούτῳ καπνώδης, εἶτα ὁ μέν γε
9. θερμὸς ἀὴρ οὐδέποτε προκαλεῖται δάκρυον, τῷ καπνώδει
10. δ’ ἀεὶ ὑπάρχει τοῦτο κἂν μετρίως θερμὸς ᾖ, ὥστε ἐναργῶς
11. ἐνταῦθα κατάδηλόν ἐστι τὸ δακνῶδες θερμὸν οὐ τῷ
12. μᾶλλον θερμαίνειν, ἀλλ’ ἑτέρῳ τινὶ διαλλάττον. ἐγγυτάτῳ
13. γοῦν φλογὸς μεγίστης ἀκάπνου στάντες θερμαινόμεθα
14. οὕτω πολλάκις, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, δάκνεται
15. δ’ οὐδεὶς οὐδὲ δακρύει τοὺς ὀφθαλμοὺς ὡς ἀπὸ καπνοῦ.
16. θαυμαστὸν οὖν εἴ τις ἐπὶ καπνοῦ καὶ φλογὸς αἰσθάνεται
1. τῆς διαφορᾶς, ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων ἀναίσθητός
2. ἐστιν ἐνίοτε μὲν ἰσχυροτάτης θερμασίας οἷον φλογὸς,
3. ἐνίοτε δὲ ἀνιαρᾶς καὶ δακνώδους οἷόν περ καπνοῦ. θαυμάζω
4. δὲ οὐδὲν ἧττον, εἰ μὴ συγχωρεῖ τὰς κατὰ τὸ θερμὸν
5. ἐν τοῖς ζώοις δυσκρασίας ἀνάλογον ἔχειν ταῖς κατὰ τὰ βαλανεῖα
6. καὶ τὰς οἰκίας· ὡς οὖν ἐν ταῖς οἰκίαις ἄλλος μὲν ἀήρ
7. ἐστιν οἴκου καπνώδους, ἄλλος δὲ ἁπλῶς θερμοῦ, κατὰ τὸν
8. αὐτὸν οἶμαι τρόπον ἕτερος τούτων ἐναργῶς ἐστὶν ἐν
9. ᾧ πλῆθός ἐστι καιομένων λύχνων ἢ δᾳδὸς ἅμα λιγνύσι, καὶ
10. τοίνυν καὶ καλοῦμεν, ὥσπερ τὸν ἕτερον ἀέρα καπνώδη, λιγνυώδη
11. τοῦτο, ἐξ ὑπεροπτήσεως ὕλης γενόμενον. ἡ γάρ τοι
12. λιγνὺς ταύτῃ τοῦ καπνοῦ διενήνοχε, καίτοι γε ἀμφοῖν περιττωμάτων
13. ὑπαρχόντων φλογὸς, ὅτι ἡ λιγνύς ἐστι μὲν κατωπτημένης
14. ὕλης γεώδης ἀναθυμίασις, καπνὸς δὲ
15. οὔθ’ ὑπερωπτημένης οὔτε γεώδης, ἀλλ’ ἡμικαύστου τε καὶ
16. συμμιγοῦς ἔξ ὑγρᾶς καὶ γεώδους οὐσίας. ὅστις οὖν ἐπαιδεύθη
17. νομίμως ἐν Ἱπποκρατείοις δόγμασιν, ἔμαθεν οὗτος
18. ὡς τῆς ὀνομαζομένης ἤδη συνήθως ἅπασι τοῖς ἰατροῖς ἀδήλου
1. διαπνοῆς, ἣν διαπνεῖται τὰ σώματα, τὸ μὲν τοιοῦτόν
2. ἐστιν οἷον ἀτμὸς, ἕτερον δὲ οἷον ἀὴρ ξηρὸς, ἕτερον δὲ σὺν
3. αἰσθηταῖς ὑγρότησιν ἐκπῖπτον. λείπει τινά.
⟨
(Adv. Lycum) [n° 103 Fichtner] [GalLat]
Adversus Lycum
Πρὸς Λύκον
Contre Lycos
Against Lycus (Adv. Lyc.)
Wenkebach, 1951.
Adversus Lycum, 1829, vol. 18a, p. 196-245. urn:cts:greekLit:tlg0057.tlg093.verbatim-lat1
Adversus Lycum, 2, ed. Kühn, 1829, vol. 18a, p. 198-206. urn:cts:greekLit:tlg0057.tlg093.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩