Galenus. Adversus Lycum (Adv. Lycum) [n° 103 Fichtner] [GalLat]

Πρὸς Λύκον
Contre Lycos
Against Lycus (Adv. Lyc.)
Wenkebach, 1951.
Adversus Lycum, 1829, vol. 18a, p. 196-245. urn:cts:greekLit:tlg0057.tlg093.verbatim-lat1

Adversus Lycum, 3, ed. Kühn, 1829, vol. 18a, p. 206-216. urn:cts:greekLit:tlg0057.tlg093.1st1K-grc1:3

4. Αὕτη μὲν ἡ ῥῆσίς ἐστι τῶν ὑπὸ τοῦ Λύκου γεγραμμένων
5. εἰς κατασκευὴν τοῦ μηδὲν διαφέρειν ἕτερον ἑτέρου
6. θερμὸν οὐκ ἀναμένουσα τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ ἑαυτὴν
7. καταβάλλουσα. τί γάρ δὴ καί φησι; τὸ θερμὸν ᾗ νενόηται
8. θερμὸν, οὐδεμίαν ἔχει παραλλαγὴν πρὸς ἕτερον θερμόν.
9. εἰ μὲν οὖν οὐδὲν ἐν τῷ λόγῳ σημαίνει τὸ ᾗ νενόηται
10. θερμὸν, ἐξαιρείσθω τελέως αὐτοῦ. σημαίνων δ’ ἔτι σαφῶς
11. ἐνδείκνυται ταύτῃ μὲν μὴ διαφέρειν τὸ θερμὸν τοῦ
12. θερμοῦ, καθ’ ἕτερον δέ τι διαφέρειν. εἰ μὲν γὰρ οὐδαμῇ
13. διαφέρει, περιττῶς πρόσκειται τὸ ᾗ· εἰ δὲ ἄλλῃ μέν πη
14. διαφέρει, ταύτῃ δ’ οὐ διαφέρει, καθ’ ὃ διαφέρει, κατὰ τοῦτο
1. νοείσθωσαν αἱ διαφοραὶ. ὡς εἴ γε. καθ’ ὃ λέγεται μόνον
2. ἕκαστον σκοποῖτο, πάντων τῶν πραγμάτων ἀναιρήσεις τὰς
3. διαφοράς. τὸ ζῶον ᾗ νενόηται ζῶον οὐδὲν ἑτέρου διαφέρει
4. ζώου. τὸ φυτὸν ᾗ νενόηται φυτὸν, οὐδὲν ἑτέρου διαφέρει
5. φυτοῦ. τὸ δένδρον ᾗ νενόηται δένδρον, οὐδὲν ἑτέρου διαφέρει
6. δένδρου. ἆρ’ οὐκ εἰσὶ τοῦ ζώου διαφοραὶ, τὸ πτηνὸν
7. καὶ πεζὸν καὶ νηκτὸν καὶ τὸ ἔνυδρον καὶ ἐγγεῖον καὶ ἀέριον
8. ἢ τὸ θνητὸν καὶ ἀθάνατον ἢ τὸ λογικὸν καὶ ἄλογον ἢ τὸ
9. ἥμερον καὶ τὸ ἄγριον ἢ τὸ δειλὸν καὶ ἄλκιμον ἢ τῶν ἄλλων
10. ὧν ἴσμεν ἕκαστον. τί γὰρ δεῖ μακρολογεῖν; οὕτω τῶν
11. φυτῶν τὸ μὲν δένδρον, τὸ δὲ θάμνος, τὸ δὲ ἄκανθα, τὸ
12. δὲ πόα, τὸ δὲ φρύγανον, ἢ τῶν πάντων, καθ’ ὃ νενόηται
13. ζῶα μηδεμίαν ἐχόντων διαφορὰν, ὅμως καὶ ταύτας ἁπάσας
14. ἃς εἴρηκε καὶ πρὸς ταύτας ἑτέρας οὐκ ὀλίγας ἀληθῶς ἄν
15. τις εἴποι ζώου διαφοράς; οὕτως δὲ κἀπὶ τῶν φυτῶν. οὐ
16. γὰρ φυτόν γε φυτοῦ διενήνοχε τῷ τὸ μὲν εἶναι λογικὸν αὐτῶν
1. τὸ δὲ ἄλογον, οὔτε τὸ πτηνὸν ἢ πεζὸν, οὐδὲ τῶν ἄλλων
2. τῶν εἰρημένων οὐδεμία διαφορά. καθάπερ οὐδὲ ζῶον
3. ζώου διαφέρει τῷ τὸ μὲν εἶναι θάμνος, τὸ δὲ ἄκανθα, τὸ
4. δὲ δένδρον, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, τὸ δὲ κέδρος, ἀλλ’
5. ἐν τῷ γένει τῶν φυτῶν ἡ τοιαύτη τομή. ἀλλὰ καὶ νοσημάτων
6. διαφορὰς αὐτὸς ὁ Λύκος γράφει παμπόλλας, καίτοι
7. γε οὐδὲν διαφέρει νόσημα νοσήματος ᾗ νόσημά ἐστιν, ὥσπερ
8. οὐδὲ σύμπτωμα συμπτώματος ᾗ σύμπτωμά ἐστιν, ἀλλ’ ὅμως
9. καὶ τὰς τούτων διαφορὰς ὁ Λύκος ἐπιχειρεῖ γράφειν, ὥσπερ
10. γε καὶ τὰς τῆς πλευρίτιδος, ἑκάστου τε τῶν ἄλλων
11. νοσημάτων. καίτοι γε πλευρῖτις πλευρίτιδος ᾗ πλευρῖτίς
12. ἐστιν οὐδὲν διαφέρει, ἀλλ’ ὅμως ἡ μέν τις εἰς τὴν κλεῖν
13. ἔχει περαινομένην τὴν ὀδύνην, ἡ δ’ εἰς τὸ ὑποχόνδριον.
14. οὕτω δὲ καὶ μετὰ μὲν τοῦ κεχρῶσθαι τὸ πτύελον ἡ ἑτέρα
15. τῶν πλευριτίδων, ἑτέρα δ’ ἐναντία τῇδε καλουμένη πρὸς
16. ἐνίων ἄπτυστος, ἄλλαι τε πολλαὶ διαφοραὶ, καθ’ ἃς ὑπαλλάττεσθαι
17. συμβαίνει καὶ τὴν θεραπείαν. ἀλλὰ ἐὰν καὶ
1. ταύτας τῶν πυρετῶν αὐτῶν τὰς διαφορὰς ὁ Λύκος ἐκδιδάσκειν
2. πειρᾶται. καίτοι εἴτε κατὰ πλεονεξίαν θερμασίας ἡ
3. γένεσις αὐτοῖς ἐστιν, εἴτε κατὰ τὸ δακνῶδες τῆς ποιότητος,
4. οὐδεμία γενήσεται διαφορὰ πυρετοῦ πρὸς πυρετὸν ᾗ πυρετός
5. ἐστιν. οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος,
6. ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ
7. τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι
8. συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον μὲν κἀν τῷ Φιλήβῳ
9. διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος· ἐφύλαξε
10. δ’ αὐτοῦ τὴν γνώμην Ἀριστοτέλης καὶ Θεόφραστος,
11. Χρύσιππός τε καὶ Μνησίθεος καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν
12. ἐν τῷ περὶ τέχνης γράμματι τὸν αὐτὸν λόγον. ἔστι δ’ ἡ
13. μὲν πρώτη ῥῆσις ὑπὲρ τῆς κατὰ τὰς τέχνας συστάσεως τοῦ
14. Πλάτωνος εἰρημένον τοιάδε. Σωκράτης. φωνὴ μὲν ἡμῖν
15. ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει
16. πάντων τε καὶ ἑκάστου. Πρώταρχος. τί μήν; Σωκράτης.
17. καὶ οὐδὲν ἑτέρων γε τούτων ἐσμέν πω σοφοὶ, οὔθ’
18. ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ’ ὅτι τὸ ἓν, ἀλλ’ ὅτι πόσα
1. τέ ἐστι καὶ ὁποῖα, τοῦτ’ ἔστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν
2. ἡμῶν; Πρώταρχος. ἀληθέστατα. Σωκράτης. καὶ μὴν καὶ
3. τὸν μουσικὸν, ὃ τυγχάνει ποιοῦν, τοῦτ’ ἔστι ταὐτόν. Πρώταρχος.
4. πῶς; Σωκράτης. φωνὴ μέν που τὸ κατ’ ἐκείνην
5. τὴν τέχνην ἐστὶ μία μὲν αὐτῇ. Πρώταρχος. πῶς δὲ οὔ;
6. Σωκράτης. δύο δὲ θῶμεν βαρὺ καὶ ὀξὺ καὶ τρίτονον ὁμότονον,
7. ἢ πῶς; Πρώταρχος. οὕτως. Σωκράτης. ἀλλ’ οὔπω
8. σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς
9. δὲ, ὥς γε ἔπος εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. Πρώταρχος.
10. οὐ γὰρ οὖν. Σωκράτης. ἀλλ’ ὦ φίλε ἐπειδὰν λάβῃς
11. τά τε διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς,
12. ὀξύτητός τε περὶ καὶ βαρύτητος καὶ ὁποῖα καὶ τοὺς ὅρους
13. τῶν διαστημάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν,
14. ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις
15. ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἕν τε ταῖς κινήσεσιν αὖ τοῦ
16. σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δι’
17. ἀριθμῶν μετρηθέντα, δεῖν αὐτά φησι ῥυθμοὺς καὶ 
1. μέτρα ἐπονομάζειν καὶ ἅμα ἐννοεῖν, ὡς οὕτω δεῖ περὶ παντὸς
2. ἑνὸς πολλῶν σκοπεῖν. ὅταν γὰρ αὐτὰ ταῦτά τε λάβῃς
3. οὕτως, τότε ἐγένου σοφός. ὅταν δ’ ἄλλων τῶν ὄντων
4. ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τούτου
5. γέγονας. ἤρκει μὲν οὖν καὶ ταῦτα παρὰ Πλάτωνος ἀκοῦσαι
6. τοῖς ἔχουσι νοῦν ἀκροαταῖς εἰς ἔνδειξιν ἁπασῶν τεχνῶν
7. συστάσεως. οὐ γὰρ οἷόν τε γενέσθαι τεχνικὸν οὐδὲ περὶ
8. ἑνὸς ἄνευ τοῦ γνῶναι τὰς αὐτῶν διαφορὰς, ἀλλ’ οὐδὲν χεῖρον
9. ὥσπερ ὁ Πλάτων αὐτὸς οὐκ ἠρκέσθη τῷ κεφαλαίῳ τῷ
10. λόγῳ μόνῳ, παραδείγματα δὲ σαφηνείας ἕνεκεν προσέθηκε,
11. τὴν γραμματικήν τε καὶ μουσικὴν, οὕτως καὶ ἡμᾶς ἓν ἔτι
12. προσθεῖναι παράδειγμα, τέχνης μὲν γραφικῆς, ὕλης δ’
13. ὑποκειμένης αὐτῇ χρωμάτων. ἔξεστι γὰρ δήπου
14. λέγειν κἀνταῦθα τὸ χρῶμα τοῦ χρώματος, ᾗ χρῶμά ἐστιν,
15. οὐδὲν διαφέρει, καὶ κατὰ τοῦτ’ ἀναιρεῖν ἁπάσας τὰς ἐν αὐτοῖς
16. διαφορὰς, ὅπερ ἀμέλει καὶ ὁ Πλάτων αὐτὸς ἐν ἀρχῇ
17. τοῦ Φιλήβου δεδήλωκε. διαιρουμένῳ γὰρ τῷ Σωκράτει τὰς
18. ἡδονὰς, ὁ διαλεγόμενος οὐ συνεχώρει διαφέρειν ἀλλήλων
1. ἁπάσας αὐτὰς, καθόσον εἰσὶν ἡδοναὶ, φάσκων ὁμοιοτάτας
2. αὐτὰς ὑπάρχειν, ἀλλ’ ὅ γε Σωκράτης ἀπαντᾷ τῷ λόγῳ τῷδε.
3. καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι κατά γε αὐτὸ τοῦτο
4. οὐδὲν διοίσει, τῷ χρῶμα εἶναι τὸ πᾶν. τό γε μὴν μέλαν
5. τῷ λευκῷ πάντες γινώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι
6. καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι,
7. κατὰ ταὐτὸν γένει μέν ἐστι πᾶν ἕν. τὰ δὲ μέρη τοῖς μέρεσιν
8. αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητα
9. ἔχοντα μυρίαν που τυγχάνει. καὶ πολλὰ ἕτερα οὕτως
10. ἔχοντα εὑρήσομεν, ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε τῷ
11. πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. αὕτη μὲν ἡ περὶ χρωμάτων
12. τε καὶ σχημάτων ῥῆσις. ἡ δὲ περὶ τῶν ἡδονῶν ἥδε·
13. ἥδεσθαι μέν φαμεν τὸν ἀκολασταίνοντα, ἥδεσθαι δὲ καὶ τὸν
14. σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν, ἥδεσθαι δ’ αὖ καὶ τὸν
15. ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστὸν, ἥδεσθαι
1. δ’ αὖ καὶ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν, καὶ τούτων
2. τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι
3. λέγων οὐκ ἂν ἀνόητος φαίνοιτ’ ἂν ἐνδίκως; ὥσπερ δὲ τῶν
4. ἡδονῶν τὰς διαφορὰς ὁ Πλάτων ἐν μὲν τῇδε τῇ ῥήσει διὰ
5. βραχέων ἐνεδείξατο, καθ’ ὅλον δὲ τὸ βιβλίον ἐπὶ πλεῖον
6. διῆλθεν, οὕτως τῶν τεχνῶν ἐν δυοῖν βιβλίοιν, τῷ Σοφιστῇ
7. τε καὶ Πολιτικῷ. ἆρ’ οὖν ἐπιστημῶν μὲν καὶ ἡδονῶν εἰσι
8. διαφοραὶ πολλαὶ καὶ χρωμάτων καὶ σχημάτων καὶ τῶν ἐν
9. ταῖς φωναῖς τόνων, ὡσαύτως δὲ καὶ ἡλικιῶν καὶ ὡρῶν καὶ
10. χωρῶν καὶ νόσων, ἁπάντων τε τῶν ἄλλων, ἐν μόνοις δὲ
11. τοῖς θερμοῖς ἤτοι γε οὐκ εἰσὶν ὅλως ἢ ἀδύνατος γιγνώσκεσθαι
12. τοῖς ἀνθρώποις; καὶ μὴν ὅ γε τοῦ Λύκου λόγος
13. ἀναιρεῖ τοῦ θερμοῦ τὰς διαφορὰς, ὡς οἴεται μὲν αὐτοῦ μόνου,
14. κατὰ δὲ τὴν ἀλήθειαν, ἅμα τοῖς ἄλλοις ἅπασιν, εἴ γε ἡ
15. τοῦ λόγου δύναμις ὁμοίως ἀντεπεκτείνασθαι δύναται. καὶ
16. γὰρ δὴ κἀπὶ τῶν ὑγρῶν αὐτῶν ἐφεξῆς ἐρῶ τάδε, μηδὲ
17. ταῦτα διαφέρειν ἀλλήλων λέγων, καθόσον ὑγρά. τὸ δὲ δὴ
18. μέγιστον αὐτοῦ τῶν ἁμαρτημάτων. ὅτι καὶ τὰς τέχνας ἁπάσας
1. ἀναιρεῖ τὴν σύστασιν ἐχούσας ἐν ταῖς τῶν εἰδῶν διαφοραῖς.
2. ὁ μὲν οὖν Πλάτων ἐν κεφαλαίῳ γε προειπὼν ὑπὲρ
3. τῆς τῶν τεχνῶν συστάσεως, ἐπὶ παραδείγματός τε διῆλθε
4. τὸν λόγον, ἐπιδεικνὺς ὅπως ἡ γραμματικὴ συνέστη τέχνη,
5. γνωσθείσης τῆς ἐν ταῖς φωναῖς διαφορᾶς. ὁ δὲ τοῦ Λύκου
6. λόγος ἀναιρεῖ δηλονότι καὶ ταύτην τὴν τέχνην καὶ τὴν
7. μουσικὴν ὁμοίως αὐτῇ καὶ τὰς ἀλλὰς ἁπάσας, ἀξιῶν τὸ ᾗ
8. νενόηται, τὸ δέ τι μίαν ἔχειν ἐν αὐτῷ διαφοράν. θέασαι
9. γοῦν ὅπως ἀναιρήσει πρώτην μὲν τὴν περὶ τὰ γράμματα
10. τέχνην ὁ λόγος αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ τὰς ἄλλας ἁπάσας.
11. δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὴν φωνὴν
12. ταύτην γε σκοποῦντι ᾗ νενόηται, κατ’ αὐτὴν λέγω τὴν ἐκφώνησιν,
13. πρὸς ἑτέραν ἂν φωνὴν παραλλαγὴν ἔχειν, κατά
14. τινα ἰδιότητα παραλλάττουσαν κατὰ ποιότητα ἐν
15. τῇ ἐκφωνήσει κειμένην. οὗτος ὁ λόγος αὐτός ἐστι πάντῃ
16. τοῦ κατὰ τὴν ἀρχὴν γεγραμμένου τῆς ῥήσεως τῷ Λύκῳ καὶ
17. δι’ αὐτῶν γε περαίνεται τῶν ἐκείνου ῥημάτων ἁπάντων
18. ἑνὸς μόνου τοῦ κατὰ τὸ θερμὸν ὀνόματος εἰς τὸ τῆς φωνῆς
1. μεταβεβλημένου, ὥστ’ εἴπερ ἐκεῖνος ὑγιὴς, καὶ οὗτος· ἀλλὰ
2. μὴν οὐχ ὑγιὴς οὗτος, ὥστ’ οὐδ’ ἐκεῖνος, εἰ μή τι ἄρα
3. νομίζουσιν οἱ τὰ τοῦ Λύκου φρονοῦντες οὔτε τὴν ε φωνὴν
4. ἑτέραν εἶναι τῆς ο, διαφέρειν δὲ τὴν ο τῆς ω. εἰ δὲ καὶ
5. ταύτας ἑτέρας ἀλλήλων ὁμολογήσομεν εἶναι καὶ πρὸς ταῦτα
6. καὶ τὴν α καὶ τὴν ι καὶ τὴν υ. καὶ τῶν ἄλλων ἁπάντων
7. γραμμάτων, αὗται μὲν ἔσονται τέτταρες ἐπὶ ταῖς εἴκοσιν.
8. ἡ γνοῦσα δ’ αὐτῶν τὴν διαφορὰν τέχνη γραμματικὴ, καθάπερ
9. γε καὶ μουσικὴ τέχνη περὶ τὴν ἐν ταῖς φωναῖς ὀξύτητα
10. καὶ βαρύτητα, καίτοι καὶ ταύτας οὐδὲν ἧττον ὁ τοῦ
11. Λύκου λόγος ἀναιρεῖ. φωνὴ γὰρ φωνῆς, ᾗ φωνὴ, διαφέρειν
12. οὐδὲν, ἀλλ’ ὅμως ὁ μὲν τῆς μέσης φθόγγος ὀξύτερος μέν
13. ἐστι τόνῳ τῆς λιχανοῦ τῶν μέσων, βαρύτερος δὲ τόνῳ τῆς
14. παραμέσης. αὐτῶν δ’ ἐκείνων πάλιν ὁ μὲν τῆς λιχανοῦ τῆς
15. παρυπάτου τῶν μέσων ὀξύτερος τόνῳ. ὁ δὲ τῆς παραμέσης
16. βαρυτέρως ἡμιτόνῳ τῆς τρίτης τῶν διεζευγμένων. εἶτ’
17. ἐκείνων αὖθις ὀξύτεροί τε καὶ βαρύτεροι, κἄπειτ’ ἐκείνων
18. αὖθις ἕτεροι, μέχρις ἂν ἐπὶ τὸν ὀξύτατόν τε καὶ βαρύτατον 
1. ἁπάντων ἀφικνώμεθα φθόγγον. ἀλλ’ ὁ θαυμασιώτατος
2. Λύκος οὐκ αἰσθάνεται ταῦτα πάντα ἀναιρῶν ἐν τῷ λέγειν·
3. δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὸ θερμὸν ταῦτά
4. γε σκοποῦντι, ᾗ νενόηται, κατ’ αὐτὴν λέγω τὴν θάλψιν,
5. πρὸς ἕτερον αὖθις παραλλαγὴν ἔχειν. καλὸν εἰ μηδὲ χρῶμα
6. χρώματος, ᾗ χρῶμά ἐστι, διαφέρειν εἰπὼν, ἀναιρεῖ τὴν
7. γραφικὴν τέχνην, ἐρυθρόν γέ τι παραθεμένην χρῶμα καὶ
8. λευκὸν καὶ μέλαν καὶ ξανθὸν, ὅσα τ’ ἄλλα τοιαῦτα. πολὺ
9. γὰρ δήπου πιθανώτερος ὁ λόγος αὐτοῦ καὶ περὶ χρωμάτων
10. ἐστὶν ὁ λεγόμενος, ᾗ νῦν εἴρηται περὶ τοῦ θερμοῦ· θερμὸν
11. μὲν γὰρ θερμοῦ διαλλάττειν φαμὲν, οὐ μὴν ἐναντίου γε
12. ὑπάρχειν πάντῃ. χρῶμα δὲ χρώματος οὐ διαφέρειν μόνον,
13. ἀλλὰ καὶ τὴν φύσιν ἐναντιώτατόν ἐστι τοῦ λευκοῦ τὸ
14. μέλαν.

Cliquer un n° de page pour en afficher l’image