1. Καὶ πῶς ἐγχωρεῖ, φήσειεν ἂν ὁ Λύκος, ἐναντίον εἶναι
2. τῷ χρώματι καθ’ ὃ νενόηται χρῶμα ὄν; καὶ ἀληθεύσει γε
3. ναὶ μὰ τοὺς θεοὺς, ὅσον ἐπὶ χρώματος καὶ τὸ χρῶμα μηδὲν
4. ἡγούμενος ἕτερον ἑτέρου διαφέρειν, ἀλλ’ ὥσπερ τοῦτο
5. ἀληθὲς, οὕτω κἀκεῖνο τὸ λευκὸν τοῦ μέλανος οὐ μόνον διαφέρον,
6. ἀλλὰ καὶ τοσοῦτον διαφέρον, ὡς ἐναντιώτατον εἶναι.
7. καὶ πῶς ἐγχωρεῖ, τάχα φήσουσιν οἱ τὰ τοῦ Λύκου πρεσβεύοντες,
8. ἅμα μὲν εἶναι ταὐτὸν, ἅμα δὲ ἐναντιώτατον εἶναι;
9. καὶ πῶς τῷ μέλανι λευκόν; οἷς ἡμεῖς ἀποκρινούμεθά τί γε
10. τοσοῦτον, ὡς εἴπερ οὐκ ἐγχωρεῖ τὸ λευκὸν ἐναντίον τε ἅμα
11. καὶ ταὐτὸν εἶναι τῷ μέλανι, τὸ ἕτερον αὐτοῦ αἱρείσθωσαν.
12. ὁ μὲν γὰρ Πλάτων οἴεται δυνατὸν εἶναι, καθάπερ γε καὶ
13. Ἀριστοτέλης καὶ Θεόφραστος, ἕτερον ἑτέρω ταὐτὸν ὂν τῷ
14. γένει, τοσαύτην ὅμως ἔχειν τὴν ἐν εἴδει διαφορὰν,
15. ὡς ἐναντιώτατον ὑπάρχειν. οὗτοι δ’ εἰ μὴ νομίζουσιν
16. ἀληθεύειν ἄμφω τὸν λόγον τὸν ἐναργέστερον ἑλέσθωσαν.
1. ἐναργέστερον δέ ἐστιν, ὅσῳ καὶ πᾶσιν ἀνθρώποις ὁμολογούμενον,
2. ἐναντίον εἶναι τὸ λευκὸν τῷ μέλανι. καὶ μὴν,
3. εἵπερ ἀληθές ἐστι τοῦτο, νομίζουσι δὲ αὐτοὶ μὴ δύνασθαι
4. τοὺς λόγους ἀμφοτέρους ἀληθεύεσθαι, τόν τε ἐναντίον εἶναι
5. φάσκοντα τὸ λευκὸν τῷ μέλανι καὶ τὸν αὐτὸν οὐκ ὀρθῶς
6. ἐροῦσιν μηδὲν διαφέρειν ᾗ χρῶμά ἐστιν τὸ λευκὸν τοῦ μέλανος.
7. ὁ μὲν οὖν ἐν τῷ τοῦ Πλάτωνος γράμματι διαλεγόμενος
8. τῷ Σωκράτει, συγγνωστὸς ἦν ἴσως, κωλύων τὸν Σωκράτην
9. διαιρούμενον ἡδονὴν ἡδονῆς διαφορᾷ. οὐ γὰρ ἦν
10. που βιβλίον οὐδὲν τοιοῦτο διδάσκων, ὡς ἐγχωρεῖ πολλὰ πολλοῖς
11. ὄντα τῷ γένει ταὐτὰ διαφέρειν ὅμως εἰς τοσοῦτον, ὡς
12. ἐναντιώτατον ἀλλήλοις ἰδέαν τε καὶ φύσιν ἔχειν. ἐπεὶ δ’
13. ὑπὸ Πλάτωνος ὁ Φίληβος ἐγράφη διδάσκων τἀληθὲς, εἰ
14. μὲν οὐδ’ ὅλως ἀνέγνω τὸ βιβλίον ὁ Λύκος, ἄγαμαι τῆς
15. παιδείας τὸν Λύκον. εἰ δ’ ἀναγνοὺς οὐκ ἐνόησε, θαυμάζω
16. τῆς συνέσεως. εἰ δὲ νοήσας οὐκ ἐπείσθη, μακαρίζω
17. τῆς κρίσεως. ὦ πρὸς τοῦ Διὸς ἐρωτᾷ τίς λόγον οὐδὲ τὰ
1. πρῶτα μαθὼν τῆς διαλεκτικῆς; ἔστι τίς ἂν ἄνθρωπος Ἕλλην
2. ἰατρὸς ἢ γραμματικὸς ἢ ῥήτωρ ἢ φιλόσοφος ἢ ὅλως ὁστισοῦν
3. ἄλλος ἀντιποιούμενος λόγων, ὡς οὐκ ἀνέγνω τὸν Πλάτωνος
4. Φίληβον; καίτοι τί λέγω τὸν Φίληβον; οὐ γὰρ ἐν τούτῳ
5. μόνῳ τὸν προκείμενον λόγον Πλάτων ἐδίδαξεν, ἀλλὰ καὶ δι’
6. ἄλλων πολλῶν ἐπεμνήσθη βιβλίων, ὧν ἐχρῆν μόνον κἂν ἕν
7. γέ τι τὸν θαυμασιώτατον Λύκον ἀνεγνωκέναι, ἀντιποιούμενον
8. λόγων ἐπιστημονικῶν. αἰσχρὸν γὰρ Ἱπποκράτην διελέγχειν
9. ἐπιχειροῦντα καὶ λόγους ἐπερωτῶντα περαντικοὺς, ὡς
10. νομίζει, μηδὲ τὰ πρῶτα φαίνεσθαι μεμαθηκότα τῶν ἐν
11. ταῖς φιλοσόφων διατριβαῖς. ἀλλὰ νὴ Διὰ θαυμαστὸν αὐτοῦ
12. τὸ περὶ τῶν ὑγρῶν ἐστι παράδειγμα. καὶ γὰρ τοῦτο
13. βούλεται, μηδὲν ἀλλήλων διηφέρειν, εἰ πάντα ἐστὶν ὑγρὰ,
14. καθ’ ὃ μέντοι τὰ μὲν ὀξέα, τὰ δὲ στρυφνὰ, τὰ δ’ ἁλμυρὰ,
15. τὰ δὲ γλυκέα, ταύτῃ διαλλάττει, οὐκ ἀκούει δὲ ἐν τούτοις
16. αὐτὸς ἑαυτοῦ. λέγων γὰρ ᾗ διαφέρει τὰ ὑγρὰ κατασκευάζειν
17. οἴεται μηδεμίαν ἐν αὐτοῖς εἶναι διαφορὰν, ἀλλὰ μάτην
18. μὲν Ἱπποκράτην διαφορὰν εἰρηκέναι, μάτην δὲ Θεόφραστον
1. ὅλην πραγματείαν γεγραφέναι περὶ χυλοῦ. καίτοι καὶ αὐτὸ
2. τοῦτο τοὔνομα ὁ χυλὸς ὑγροῦ διαφοράν τινα ἐνδείκνυται,
3. ἀλλ’ ὅμως καίτοι διαφορά τις οὖσα ὑγροῦ, πάλιν αὐτὴν
4. τέμνεσθαι πέφυκεν εἰς ἑτέρας διαφοράς. οὐ μὴν θαυμαστὸν
5. εἰς τοσοῦτον ἀπαιδευσίας ἥκοντα Λύκον, ὡς νομίζειν
6. ἐν ὄξει στύφουσαν εἶναι ποιότητα, τοιαύτην τολμῆσαι πρὸς
7. Ἱπποκράτην γράφειν ἀντιλογίαν. τὰ γὰρ οὕτως ἐναργῆ καὶ
8. Διοσκορίδης ὁ Ἀναζαρβεὺς ἐγίγνωσκεν, οἵ τ’ ἄλλοι πάντες
9. οἱ τὰ περὶ ὕλης ὑπομνήματα γράψαντες. ὀνομάζουσι γοῦν
10. ἐν ταύταις τὰ μὲν ἁλυκὰ, τὰ δὲ ἁλμυρὰ τὰ δὲ πικρὰ, τὰ
11. δὲ γλυκέα, τὰ δὲ αὐστηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δὲ στύφοντα,
12. τὰ δὲ δριμέα, τὰ δὲ ὀξέα. Λύκος δ’ ὁ θαυμασιώτατος
13. ἤτοι οὐδ’ ὅλως γινώσκει διαφέρουσαν ὀξεῖαν ποιότητα στυφούσης
14. ἢ πεπήρωται τὴν γεῦσιν, ὃς μηδ’ ὅλως αἰσθάνεσθαι
15. τῶν ἐν τοῖς χυμοῖς διαφορῶν. ἔοικεν οὖν ὡς ἀπίου καὶ
16. μεσπίλου καὶ μήλου καὶ κυδωνίου τοῦ ὄξους αἰσθάνεσθαι,
17. καίτοι γε πάντων ἀνθρώπων ἔνια μὲν τῶν μήλων
1. ὀξέα καλούντων, ἔνια δὲ στύφοντα, γλυκέα δὲ ἄλλα, καθάπερ,
2. οἶμαι, καὶ ῥοιὰς ὀξείας τε καὶ στυφούσας καὶ γλυκείας. ἐν
3. μέν γε τοῖς οἴνοις, ᾧ ἀρετὴ κακίας ἀφώρισται, στύψις
4. ὀξύτητος, εὐγενεῖς μὲν γὰρ οἱ στύφοντες. ὀξὺς δ’ οὐδεὶς
5. κατὰ φύσιν, ἀλλ’ εἰ καὶ μικρὸν αὐτοῖς προσέλθῃ τοιαύτης
6. ποιότητος, ὑποπτεύομεν αὐτίκα τὴν εἰς ὄξος αὐτῶν μεταβολήν.
7. ἴσως οὖν ὁ Λύκος οὐδ’ ὀξυλάπαθον, οὐδ’ ὀξυαλίδα,
8. λαπάθου τε καὶ θριδακίνης διεγίνωσκεν, οἷς στυφούσης
9. μὲν ποιότητος οὐδὲ τοὐλάχιστον ὑπάρχει, τῆς δὲ ὀξείας
10. δαψιλῶς μετέσχηκεν ἄμφω. θαυμαστὸν μὲν οὖν εἰ ταῦτα
11. μὲν ἀπὸ τῆς ὀξείας ποιότητος ὠνόμασται, τὸ δὲ ὄξος αὐτὸ
12. οὐ μετέσχηκεν αὐτῆς. ἀλλ’ ὁ μηδὲ τὰς κοινὰς αἰσθήσεις
13. ἀποσώζων Λύκος, ἐγκαλεῖν Ἱπποκράτει τολμᾷ. πάλιν οὖν
14. ἔγνω τὴν παρὰ τοῖς φυσικοῖς ζήτησιν ὑπὲρ τοῦ τῶν χυμῶν
15. ἀριθμοῦ. κατὰ τοῦτο γὰρ οὐδὲν, ὡς ἔοικε, διαφέρει χυμὸς
16. χυμοῦ, καθόσον χυμός ἐστιν. ἡδέως ἂν οὖν ἤκουσα τίνος
17. τῶν ὄντων εἰσὶν αἱ τοιαῦται διαφοραὶ, γλυκὺς, ὀξὺς, δριμὺς,
1. πικρὸς, ἁλμυρὸς, ἀλυκὸς, στρυφνὸς, αὐστηρὸς, στύφων,
2. λιπαρός. εἰ μὴ γὰρ χυμῶν ἴσως ἤτοι φωνῶν ἢ χρωμάτων
3. ἢ ὀδμῶν ἢ διὰ τῆς ἁφῆς εἰς γνῶσιν ἥκουσι. παρὰ
4. ταύτας γὰρ οὐκ ἔχομεν ἄλλην αἴσθησιν. ἀλλ’ εἰσὶν αἱ πᾶσαι
5. πέντε, γεῦσις καὶ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησίς τε καὶ ἁφή.
6. διαγινώσκομεν δὲ ὥσπερ καὶ ταῖς ἄλλαις ἄλλα τῶν αἰσθητῶν,
7. οὕτως τῇ γεύσει καὶ τοὺς χυμούς. ὡς δὲ ἐν τοῖς
8. ὑγροῖς αἱ διαφοραὶ πολλαὶ, κατὰ τὸν αὐτὸν τρόπον κἀν
9. ταῖς αἰσθήσεσιν. καίτοι γε ᾗ αἰσθήσεις εἰσὶν, οὐ διαφέρουσιν,
10. ἀλλ’ ὁ διαλεκτικώτατος Λύκος οὐκ ἐάσει λέγειν ἡμᾶς
11. οὔτ’ ἐν τοῖς χυμοῖς εἶναι τὰς εἰρημένας διαφορὰς, οὐδὲ ἐν
12. ταῖς αἰσθήσεσιν, ἃς ἅπαντες γιγνώσκουσιν, οὔτ’ ἐν τοῖς χρώμασι
13. καὶ λευκὸν καὶ μέλαν καὶ φαιὸν καὶ ξανθὸν καὶ πυῤῥὸν,
14. ἐρυθρόν τε καὶ φοινικοῦν καὶ κυανοῦν. οὔτε γὰρ
15. χρῶμα χρώματος ᾗ χρῶμά ἐστι διαφέρει. μαίνονται τοίνυν
16. ἅπαντες ἰατροὶ καὶ φιλόσοφοι χρωμάτων μὲν ἡγούμενοι
17. διαφορὰς εἶναι τὰς εἰρημένας. χυμῶν δὲ τὸν ὀξὺν καὶ πικρὸν
18. καὶ δριμὺν, ὅσους τ’ ἄλλους ὀλίγον ἔμπροσθεν εἶπον,
1. ὥσπερ καὶ τῶν αἰσθήσεων αὐτῶν. οὔτε γὰρ χρῶμα χρώματος,
2. ᾗ χρῶμά ἐστι, διαφέρει, ὡς οὔτ’ αἴσθησις αἰσθήσεως
3. οὔτε χυμὸς χυμοῦ, καθάπερ οὐδὲ πυρετὸς πυρετοῦ, ὅτι μηδὲ
4. θερμὸν θερμοῦ. μαίνονται τοίνυν οἱ γράψαντες ἰατροὶ,
5. πυρετῶν διαφορὰς πολλὰς καὶ τὸν καῦσον καὶ τὴν λειπυρίαν
6. καὶ τὸν ἠπίαλον καὶ τὸν τυφώδη καὶ τὸν λοιμώδη καὶ
7. τὸν ἡμιτριταῖον, ἀμφημερινόν τε καὶ τριταῖον καὶ τεταρταῖον.
8. ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἑτέρωθι γράφει πυρετῶν
9. διαφορὰς, ὥσπερ γε καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων
10. πραγμάτων.
⟨
(Adv. Lycum) [n° 103 Fichtner] [GalLat]
Adversus Lycum
Πρὸς Λύκον
Contre Lycos
Against Lycus (Adv. Lyc.)
Wenkebach, 1951.
Adversus Lycum, 1829, vol. 18a, p. 196-245. urn:cts:greekLit:tlg0057.tlg093.verbatim-lat1
Adversus Lycum, 4, ed. Kühn, 1829, vol. 18a, p. 217-223. urn:cts:greekLit:tlg0057.tlg093.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩