Galenus. Adversus Lycum (Adv. Lycum) [n° 103 Fichtner] [GalLat]

Πρὸς Λύκον
Contre Lycos
Against Lycus (Adv. Lyc.)
Wenkebach, 1951.
Adversus Lycum, 1829, vol. 18a, p. 196-245. urn:cts:greekLit:tlg0057.tlg093.verbatim-lat1

Adversus Lycum, 5, ed. Kühn, 1829, vol. 18a, p. 223-225. urn:cts:greekLit:tlg0057.tlg093.1st1K-grc1:5

11. Τί ποτ’ οὖν δόξαν αὐτῷ νῦν ἐπελάθετο τοῦ
12. τέμνειν ἕκαστον τῶν ἄλλων εἰς τὰς οἰκείας διαφορὰς, ὅς γε
13. καὶ περὶ τοῦ τῶν ἀχύρων ἐξαπτομένου πυρὸς, ὡς χρῆσθαι
14. τοῖς τὸν χρυσὸν ἐργαζομένοις ἔθος, οὐδεμίαν εἶναι νομίζει
15. διαφορὰν, ἀλλὰ πρὸς τὸ τὰς ἄλλας ὕλας. οὐδὲ γὰρ τὸ πῦρ
16. τοῦ πυρὸς, ᾗ πῦρ ἐστιν, ἢ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον,
1. ἰσχυρὸν γὰρ εἶναί τι καὶ ἀσθενὲς πῦρ ἐγχωρεῖ, καὶ τό γε
2. τῶν ἀχύρων ἀσθενέστατον εἶναι νομίζων, ἐνταμίευτον εἶναί
3. φησι πρὸς τὴν ἐργασίαν τοῦ χρυσοῦ. διατήκεσθαι γὰρ αὐτὸν
4. καὶ διαῤῥεῖν ἰσχυροτέρᾳ πλησιάζοντα φλογί. ἀλλ’, ὦ
5. βέλτιστε Λύκε, φαίη τις ἂν οἶμαι πρὸς αὐτὸν, εἰ τῶν φυσικῶν
6. φιλοσόφων ἠκηκόεις ζητούντων ὅπως αἱ φλόγες γεννῶνται
7. κατανενόηκας ἂν οἶμαι τὰς ἐν αὐταῖς διαφοράς.
8. ἐγὼ τοίνυν ὅσον οἷόν τε διὰ βραχυτάτων ἐπιτέμνεσθαι λόγον
9. οὐ μικρὸν ἐξηγήσομαί σοι περὶ αὐτῶν. ὁρᾶς, οἶμαι,
10. τῆς καιομένης ὕλης ἀναθυμίασίν τινα γιγνομένην ἐν διεσπασμένοις
11. ἀπ’ ἀλλήλων μορίοις, ὧν μεταξύ τις ἀὴρ ἀπολαμβανόμενος,
12. ἐξ ἀνάγκης μὲν δήπου θερμαίνεται. παμπόλλην
13. δὲ ἴσχει διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. ἀλλὰ
14. καὶ τὰ διαλείμματα τῶν ἀναφερομένων σωμάτων οὐκ ἴσα
15. πάσαις ταῖς φλοξίν ἐστιν, ὥσπερ οὐδ’ αὐτῆς τῆς ἀναθυμιάσεως
16. ἡ φύσις, ἀλλὰ καὶ μεγέθει καὶ σμικρότητι διενήνοχεν
1. ἀλλήλων τὰ τῆς καιομένης ὕλης ἀναθέοντα μόρια καὶ πυκνότητι
2. καὶ μανότητι καὶ τῷ τὰ μὲν ἡμίκαυτα, τὰ δ’ οἷον
3. ὁλόκαυτα ὑπάρχειν, ἢ ὅλως τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον
4. ἐκπυροῦσθαι. ὅταν οὖν ταῦτα φαίνηται τοσαύτην ἔχοντα
5. τὴν διαφορὰν, ὅ τε ἀὴρ ὁ δεδεγμένος αὐτὰ ποτὲ μὲν μᾶλλον
6. ὑπ’ αὐτῶν ἐκτεθερμασμένος ᾖ, ποτὲ δ’ ἧττον, ἀναγκαῖον
7. εἶναι παμπόλλην γε ποικιλίαν γίγνεσθαι καὶ διαφορὰν οὐκ
8. ὀλίγην τῆς φλογός. ἡ γὰρ τῆς μίξεως ἀνομοιότης τὸ πλῆθος
9. τῶν διαφορῶν ἐργάζεται.

Cliquer un n° de page pour en afficher l’image