10. Ὥσπερ δὲ τὰ περὶ τοῦ πυρὸς ἀμαθῶς εἴρηται τῷ
11. Λύκῳ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον κἀπειδὰν φάμενος τριχῶς
12. ἐννοεῖσθαι τὸ πολὺ θερμὸν, ἕκαστον τῶν σημαινομένων
13. ἐπεξέρχεται. τὸ μὲν γάρ τι κατὰ τὴν οὐσίαν φησὶν
14. ἐννοεῖσθαι τὸ πολὺ θερμὸν, τὸ δὲ τι κατὰ τὴν ἐπίστασιν
15. τῆς ποιότητος, τὸ δέ τι κατὰ τὴν ἰσχὺν τῆς οἰκείας ἐνεργείας.
1. ἀλλ’ οὐδὲ κατὰ τὴν οὐσίαν εἶναι τοῖς αὐξανομένοις
2. πολὺ θερμὸν ἐπὶ σμικρῷ γε τῷ τοῦ σώματος ὄγκῳ
3. οὔτε κατὰ τὴν τῆς ποιότητος αὔξησιν, οὐ γὰρ φαίνεται
4. θερμότερον τῶν ἀκμαζόντων. ἐν μὲν δὴ τῇ τῶν οἰκείων
5. ἔργων ἰσχύϊ συγχωρεῖ μὲν ὑπερέχειν τὸ τῶν αὐξανομένων
6. θερμὸν, ἀλλ’ οὐ κυρίως λέγεσθαι. ἔστι μὲν οὖν ἡ ῥῆσις
7. αὐτοῦ, δι’ ἧς ταῦτα δηλώσει, μεγίστη. ἀλλ’ ἐγώ μοι δοκῶ,
8. καθάπερ ἐπὶ τῆς προγεγραμμένης ἔπραξα, καὶ νῦν οὕτω
9. ποιήσειν. οὖσαν γὰρ κἀκείνην μακροτάτην οὐχ ὅλην ἔγραψα,
10. μόνον δὲ τὸ ἐπικαιρότατον αὐτῆς ἐξέλεξα. γιγνέσθω
11. τοίνυν κἀπὶ ταύτης οὕτως καὶ γραφέσθω τὸ χρησιμώτατον
12. εἰς τὸ προκείμενον μέρος αὐτῆς. ὁ μὲν ἕτερος οὖν μοι τῶν
13. λόγων καὶ δὴ πέρας ἔχει, ἐπὶ δὲ τὸν λοιπὸν ἂν ἀφικοίμην,
14. δύο γὰρ δήπου μεμνῆσθαί μου προθεμένας εὐθὺς ἐπιζητήσεις
15. ἐν ἀρχῇ, μίαν μὲν τὴν εἰ ὀρθῶς προσέθηκεν Ἱπποκράτης
16. τὸ ἔμφυτον, ἄλλην δὲ εἰ ὀρθῶς εἶπε, πλεῖστον εἶναι
17. τοῖς αὐξανομένοις τὸ θερμόν. τῆς δ’ ἑτέρας οὖν ζητήσεως
1. ἐκτετελεσμένης, ἐπὶ ταύτην οὖν λοιπὸν τραποίμην καὶ ἐπιχειρήσαιμι
2. ἀνασκοπεῖσθαι, εἰ ὀρθῶς λέλεκται, πλεῖστον εἶναι
3. τοῖς αὐξανομένοις τὸ θερμόν. κατὰ δὴ τὸ ἐξετάζειν
4. ἕτερον θερμὸν, τριττὰ τυγχάνει ὄντα τὰ ἐπιζητήσεως δεόμενα
5. καὶ μάλα πολὺ κεχωρισμένα ἀλλήλων. ἓν μὲν τί ποτέ
6. ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμὸν, ἕτερον δὲ τί ποτέ ἐστιν
7. ἄλλο ἄλλου θερμότερον, καὶ τρίτον τί ποτέ ἐστιν ἄλλο ἄλλου
8. θερμὸν ἰσχυρότερον. εἰ μὲν οὖν τύχῃ τις ἐρόμενος
9. ῾μᾶς ποῖόν τί ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμὸν, τὸ ἀνάλογον
10. ὀφείλομεν ἀποκρίνεσθαι ὡς καὶ πρὸς τὸν ἕτερον ἐρόμενον
11. ποῖόν τί ἐστιν ἕτερον ἑτέρου ὑγρὸν πλεῖον ἀποκρινοίμεθα.
12. ὥσπερ γὰρ ἐνταῦθα πρῶτον τὸ ἐπερώτημα πρὸς
13. τὸ εἰρημένον ἐστὶν, οὐκέτι ἄλλο τι ὀρθῶς ἀποκρίνεσθαι
14. ἀλλ’ ἢ μόνον τοῦτο τὸ τῇ οὐσίᾳ ὑπερβάλλειν πλεῖον, ἀμέλει
15. ὑγρὸν ἄν τις εἴποι τὸν ἀμφορέα τοῦ ἡμίσεως. οὕτω δὲ κἀπὶ
16. τοῦ θερμοῦ, εἰ τὴν αὐτήν τις ἐρώτησιν ἐρωτοίη ταύτην,
17. ποῖόν ἐστι πλέον τοῦ ἑτέρου θερμὸν, οὐκ ἂν ἄλλο τι ὀρθῶς
1. ἀποκρινοίμεθα ἢ τὸ τῇ οὐσίᾳ πλέον διὰ τὸ οὐσίας ὑπάρχειν
2. πλεῖον δηλονότι καὶ παρήκειν τόπῳ πλείονι. καὶ οὐδὲν ἄν
3. γε κωλύσει ταὐτὸν καὶ πλεῖον εἶναι θερμὸν καὶ ἐπ’ ἔλαττον
4. θερμὸν, ὥσπερ γε καὶ τὸ πλεῖον τῇ οὐσίᾳ ὑγρὸν, δύναιτ’
5. ἂν ἐπ’ ἔλαττον εἶναι κεχυμένον. πρὸς μὲν οὖν τό γε ἐπερώτημα
6. τοῦτο ὀρθῶς ἄν τις ἀπεκρίνατο· πρὸς δ’ αὖ
7. ἐκεῖνο τὸ ποῖόν ἐστιν ἕτερον ἑτέρου θερμότερον ἀποκρίνασθαι
8. ὀρθῶς ἐστι τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον μᾶλλον,
9. κἂν ἐπὶ οὐσίας ἐλάττονος τύχῃ ὂν. ὥσπερ γε πρὸς
10. τὸν ἐρόμενον ὁποῖόν τί ἐστιν ἕτερον ἑτέρου λευκότερον ἔστιν
11. ἀποκρίνασθαι ὀρθῶς τὸ ἐπιτεταμένον μᾶλλον κατὰ τὴν
12. ποιότητα τὴν λευκήν. κατὰ γοῦν τοῦτο κἂν ἐν βραχεῖ
13. ὄγκῳ τύχῃ οὖσα χιὼν, λευκοτέραν τις φαίη αὐτὴν εἶναι οὑτινοσοῦν
14. ἄλλου λευκοῦ, ὥσπερ γε καὶ πρὸς τὸν ἐρόμενον
15. ποῖόν ἐστι τὸ ἕτερον ἑτέρου ὑγρότερον ἀποκρίνασθαι ἔστιν
16. ὀρθῶς τὸ μᾶλλον κεχυμένον, οἷον τὸ ὕδωρ τοῦ μέλιτος καὶ
17. τῆς πίττης, κἂν τὸ μὲν ὕδωρ ἐν πάνυ βραχείᾳ οὐσίᾳ θεωρῆται,
18. τὸ δὲ μέλι καὶ ἡ πίττα ἐν ὑπερβολῇ. οὕτω δὲ καὶ
1. πρὸς τὸν περὶ θερμοῦ ἐρόμενον ποῖόν τί ἐστιν ἕτερον ἑτέρου
2. θερμότερον ὀρθῶς ἔστιν ἀποκρίνασθαι τὸ μάλιστα ἐπιτεταμένον
3. κατὰ τὴν θάλψιν, οἷον τὸ πῦρ οὐκ ἂν ἐπ’
4. ὀλίγης οὐσίας θεωρεῖται, ἕτερον δὲ τί που θερμὸν καὶ
5. χλιαρὸν ἀντεξεταζόμενον τούτου τυγχάνον ἐπὶ πλείονος οὐσίας
6. ὑπάρχον. πρὸς μὲν οὖν ταῦτα αἵδ’ ἀποκρίσεις εἰσὶ,
7. πρὸς δὲ τὸν ἀναπυνθανόμενον, ποῖόν τί ἐστι τὸ ἕτερον τοῦ
8. ἑτέρου ἰσχυρότερον θερμὸν οὐκέθ’ ὁμοία ταῖς πρόσθεν
9. ἀπόκρισις. οὔτε γὰρ τὸ κατὰ θάλψιν ἐπιτεταμένον μᾶλλον
10. ἀποκρινούμεθα οὔτε τὸ ἐπ’ οὐσίας θεωρούμενον πλείονος,
11. ἀλλὰ τὸ κατὰ τὴν ἄνυσιν τοῦ ἔργου ὑπερβάλλον. συνίσταται
12. δ’ ἂν ὅπερ λέγω οὕτως· ἔργα δήπου τὰ τοῦ θερμοῦ
13. πολλά ἐστι. χεῖται γάρ τινα τούτῳ καὶ ἄλλα συνίστησι
14. καὶ μεταβάλλει μάλα πολλὰ καὶ ὡς κατὰ μέρος εἰπεῖν ἐπὶ
15. τῶν ἡμετέρων σωμάτων πέττει τὴν τροφὴν ἐν γαστρὶ καὶ
16. τοῖς ἐντέροις καὶ εἰς τὸ σῶμα ἀνάγει τὴν κατεργασίαν καὶ
17. πρὸς σῶμα ἀλλοιοῖ καὶ προσφύει τοῖς ἡμετέροις σώμασιν
18. αὐτὴν, κατά γε τὴν θρέψιν καὶ τὴν αὔξησιν. ἔστιν οὖν
19. ἰσχυρότερον ἕτερον ἑτέρου θερμὸν τὸ μᾶλλον παρέχεσθαι
1. ταῦτα δυνησόμενον. τὸ δὲ τυγχάνον ὂν οὐχὶ πάντως, τὸ
2. ἤτοι κατὰ τὴν ποιότητα ἐπιτεταμένον ἢ κατὰ τὴν οὐσίαν
3. πλεῖον. πολλάκις γὰρ τὸ ἔλαττον τῇ οὐσίᾳ καὶ τὸ ἔλαττον
4. τῇ θάλψει ἀνυσιμώτατον πρὸς τὸ ἔργον ἐστίν. ὡς γὰρ τὸ
5. πρότερον εἴπομεν ἡμῖν πρὸς τὴν ἀπόδοσιν τῶν οἰκείων ἔργων,
6. οὐ τὸ μάλιστα ἐπιτεταμένον ἐστὶν ἰσχυρότερον, ἀλλὰ
7. τὸ μάλιστα σύμμετρον. ὡς τό γε ἐπιταθὲν κατ’ αὐτὴν τὴν
8. θάλψιν, ἐνίοτε καὶ βλάβος τοῖς ἔργοις γίνεται, καί μοι τούτου
9. πιστότατα ἱκανὰ, ἃ πρόσθεν ἡμῖν ἐγὼ διεξῆλθον περὶ
10. τῆς ἰδιότητος τοῦ θερμοῦ λέγων. τούτων ὧδε ἐχόντων καὶ
11. τριῶν ὄντων, ὥσπερ προείρηκα, τῶν ἐπιζητουμένων κατὰ
12. τὸ ἀντεξετάζειν, ἕτερον πρὸς ἕτερον θερμὸν, ἐπειδὰν Ἱπποκράτης
13. φησὶν ἐνταῦθα ἔχειν τὰ αὐξανόμενα τὸ θερμὸν
14. πλεῖστον τὸ ἔμφυτον, τῶν τριῶν ἓν ἢ κυρίως χρώμενος
15. ταύτῃ τῇ φωνῇ, ψεῦδός τε εἴρηκεν ἢ κακῶς κέχρηται τῇ
16. φωνῇ καὶ ψεῦδός τι εἴρηκεν ἢ ἵνα ἀληθές τι δόξῃ εἰρηκέναι,
1. χρὴ γὰρ αὐτὸν οὐ καλῶς τῇ φωνῇ κεχρῆσθαι. εἰ μὲν
2. γὰρ λέγει πλεῖστον εἶναι τὸ θερμὸν τοῖς αὐξανομένοις, οἷον
3. κατὰ τὴν οὐσίαν, ὡς ἂν καὶ τὸ ὑγρόν τις φαίη πλεῖστον
4. εἶναι τοῦ ἀμφορέως, οὐ τὸ διπλάσιον τούτου, τῇ μὲν φωνῇ
5. ὀρθῶς δόξει κεχρῆσθαι, ψεῦδος δέ τι πολὺ ἀνάγκη ἐστὶν
6. αὐτὸν εἰρηκέναι. οὐ γάρ ἐστι τῇ οὐσίᾳ τὸ ἐπὶ τῶν αὐξανομένων
7. θερμὸν πλεῖστον, ὅτι οὐδὲ ὁ τοῦ σώματος ὄγκος
8. μείζων ἐστὶν ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἀκμαζόντων τε καὶ γερόντων.
9. τὸ δ’ ἔμφυτον θερμὸν παντὶ παρεκτέταται τῷ
10. σώματι. εἰ δ’ αὖ πλείονα λέγει τοῖς αὐξανομένοις καὶ ταύτην
11. τὴν θάλψιν ἐπιτεταμένην ἴσως τούτου θερμοτέραν, ὡς
12. ἂν καὶ φαίη τις βουλόμενος εἰπεῖν τὴν χιόνα λευκοτέραν
13. εἶναι ἄλλου του τῶν λευκῶν, μὴ λευκοτέραν εἶναι
14. αὐτὴν μηδὲ μᾶλλον λευκὴν, ἀλλὰ πλεῖον εἶναι τὸ λευκὸν
15. τοῦδε λευκοῦ, κατ’ ἀμφότερα δόξει ἁμαρτάνειν Ἱπποκράτην,
16. κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ἄλλως
17. ψεῦδός τι λέγειν· κατὰ μὲν τὸ μὴ καλῶς κεχρῆσθαι τῇ
1. φωνῇ διαμαρτάνειν ἂν δοκοίη, ὅτι τὴν ἐπ’ οὐσίας πλείονος
2. ταττομένην φωνὴν ταύτην ἔταξεν, ἐθέλων σημῆναι ποιότητα
3. ἐπιτεταμένην μᾶλλον ὑπάρχειν τῇ θάλψει. ψεῦδος δέ τι
4. ἂν δοκῇ εἰρηκέναι, ὅτι οὐ μάλιστα ἐπιτεταμένον τὸ θερμὸν
5. τοῖς αὐξανομένοις κατὰ τὴν ποιότητα, οὐ δεόντως,
6. θερμότερον ἐπὶ τῆσδε τῆς ἡλικίας τοῦ θερμοῦ ἢ ἐπ’
7. ἄλλης τινός. ὁ δὲ ἔφη εἶναι μάλιστα ἐπιτεταμένον ἐπὶ τῶν
8. αὐξανομένων· ὅτι δὲ τοῦτο ψεῦδος τυγχάνει ὂν τὸ μάλιστα
9. ἐπιτετάσθαι τοῖς αὐξανομένοις τὸ θερμὸν, ῥᾴδιόν ἐστι παντὶ
10. ἐπιστῆσαι. οὐδὲν γὰρ ἂν εὑρέθη γνώρισμα κατὰ τὸ σῶμα
11. ὑπάρχον ἐπὶ τῶν αὐξανομένων τῆς μάλιστα κατὰ τὴν θάλψιν
12. ἐπιτάσεως τοῦ θερμοῦ. τὸ γὰρ εἰρημένον ὑπὸ τούτου
13. ἐν τῷ περὶ φύσεως ἀνθρώπου συγγράμματι, εἰς τέκμαρσιν
14. τοῦ πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν, ἠλίθιον
15. παντελῶς. τῷ γὰρ πρώτῳ χρόνῳ θερμότερον ἀποφαίνειν
16. εἶναι τὸν ἄνθρωπον, τεκμαιρόμενος τῇ αὐξήσει πλείστῃ τηνικαῦτα
17. συντελουμένῃ. οὐ γὰρ ἂν πρὸς βίαν, φησὶ, καὶ
18. παρὰ φύσιν ἀνεφέρετο ἡ τροφὴ πρὸς ἐναντίον τῷ αὐτῆς
1. τῆς βάρει ἐν τῷ αὔξεσθαι τὸ σῶμα, εἰ μή τι ἰσχυρὸν τὸ
2. ἐπαναγκάζον ᾖ. τῷ γὰρ τοιούτῳ οὐ τὸ μᾶλλον ἐπιτετάσθαι
3. κατὰ τὴν θάλψιν τὸ θερμόν ἐστι γνώρισμα, ἀλλὰ τὸ ἰσχυρότερον
4. εἶναι. τὸ δὲ ἰσχυρότερον, ὡς ὀλίγον ἔμπροσθεν εἶπον,
5. οὐ τοιοῦτον ἦν, οἷον τὸν μάλιστα ἐπιτεταμένον κατὰ
6. αὐτοῦ ποιότητα, ἀλλὰ τὸ μάλιστα σύμμετρον πρὸς τὸ ἔργον·
7. ὅτε δὴ οὖν ταῦτα ταύτῃ ἔχει, εἴπερ οὕτως λέγει Ἱπποκράτης,
8. τὰ αὐξανόμενα τὸ θερμὸν ἔχει πλεῖστον τὸ ἔμφυτον,
9. κατ’ ἀμφότερα διαμαρτάνει, κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι
10. τῇ φωνῇ καὶ κατὰ τὸ ψεῦδός τι ἄλλως εἰρηκέναι· εἰ
11. δ’ ὡς τὸ τρίτον εἶπον λέγει, πλεῖστον εἶναι τοῖς αὐξανομένοις
12. τὸ θερμὸν ἐν ἴσῳ τοῦ τε ἰσχυροτάτου πρὸς τὴν ἄνυσιν
13. τοῦ ἔργου, ὅπερ γίνεται ἐκ τοῦ μάλιστα σύμμετρον εἶναι,
14. οὐχὶ δέ γε ἐκ τοῦ ἤτοι τῇ οὐσίᾳ πλεῖον ὑπάρχειν ἢ
15. αὐτῇ τῇ θάλψει ἐπιτετάσθαι μάλιστα. τῇ μὲν οὖν φωνῇ
16. δοκοίη ἂν καλῶς κεχρῆσθαι, ὅτι πλεῖστον εἶπεν εἶναι τὸ
17. θερμὸν, δέον φάναι ἰσχυρότατον, τὸ μέντοι εἰρημένον ὀρθῶς
18. λελέχθαι δοκοίη ἄν. ὥσπερ γὰρ αἱ αὐξήσεις ὑπὸ τοῦ
1. ἐμφύτου γίνονται θερμοῦ, ὥσπερ οὖν ἐρεῖ ὁ λόγος, ἀμήχανον
2. καὶ ἀδύναντον μὴ ἰσχυρότατον εἶναι αὐτὸ ἐπὶ τῶν αὐξανομένων.
3. καί μοι εἰς τοῦτο καλῶς ἂν εἴη λελεγμένον τὸ
4. ἐκ τοῦ περὶ φύσεως ἀνθρώπου συγγράμματος. ἀνάγκη γὰρ
5. αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην ἰσχυρότατον
6. ἔχειν τὸ θερμὸν αὐτῆς, οἵα καὶ ἡ τοῦ Λύκου ῥῆσις εἰς
7. μῆκος μὲν ἐκτεταμένη, πλέον δὲ οὐδὲν ἑρμηνεύουσα τῶν
8. ὑπ’ ἐμοῦ προειρημένων. εἰ μὲν γὰρ τῷ τῆς οὐσίας ὄγκῳ
9. παραμετρῶν ὁ Ἱπποκράτης, πλέον ἔφησεν εἶναι τοῖς αὐξανομένοις
10. τὸ θερμὸν ἁμαρτάνειν αὐτὸν οἴεται, μικροτέρου
11. σαφῶς τοῖς παιδίοις ὑπάρχοντος τοῦ σώματος. εἰ δὲ τὸ
12. κατὰ τὴν θάλψιν ἐπιτεταμένον, πάλιν αὖ καὶ τούτου μάχεσθαί
13. φησι τὸ φαινόμενον. εἰ δὲ τὸ κατὰ τὴν ἐνέργειαν
14. ἰσχυρότερον, ἀληθὲς μέν τι λέγεσθαι συγχωρεῖ, κεχρῆσθαι
15. δὲ οὐ καλῶς αὐτὸν ἀποφαίνει τῇ λέξει. χρῆναι γὰρ οὐ
16. πλέον, ἀλλ’ ἰσχυρότερον ὡς πρὸς τὴν ἐνέργειαν εἰρῆσθαι τὸ
17. τῶν αὐξανομένων θερμόν.
⟨
(Adv. Lycum) [n° 103 Fichtner] [GalLat]
Adversus Lycum
Πρὸς Λύκον
Contre Lycos
Against Lycus (Adv. Lyc.)
Wenkebach, 1951.
Adversus Lycum, 1829, vol. 18a, p. 196-245. urn:cts:greekLit:tlg0057.tlg093.verbatim-lat1
Adversus Lycum, 6, ed. Kühn, 1829, vol. 18a, p. 225-234. urn:cts:greekLit:tlg0057.tlg093.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩