1. Ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν, οἶμαι,
2. πρὸς αὐτὸν ἀπολογούμενος ὑπὲρ ὧν ἐπηρεάζει τὸν Ἱπποκράτην
3. μὴ ταῦτα εἶναι μοχθηρὰ τὰ λεγόμενα. εὐθὺς οὖν τὸ
4. κατὰ τὴν οὐσίαν πλέον θερμὸν, οὐχ ἁπλῶς κρίνεται τῷ
5. τοῦ παντὸς ὄγκῳ σώματος, ἀλλ’ ὡς αὐτὸς ὁ Λύκος ἔλεγεν
6. ἑτέρωθι, μέγιστον ἐγκέφαλον ἔχειν τὸν ἄνθρωπον οὐχ ἁπλῶς
7. λαμβάνων τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τοῦ ζώου
8. πρὸς τὸ ζῶον. ὥσπερ οὖν οὕτω σμικρὸν παιδίον ἐλέφαντος
9. τοῦ μεγίστου μείζονα τὸν ἐγκέφαλον ἔχειν φησὶν, οὐ τῷ
10. τοῦ σώματος ὄγκῳ μόνῳ προσέχων τὸν νοῦν, ἀλλὰ προστιθεὶς
11. αὐτοῦ τὸ κατὰ τὴν ἀναλογίαν, οὕτω κἀπὶ τοῦ θερμοῦ
12. σώματος ἐχρῆν πεποιηκέναι, σκεψάμενον ὁποῖόν τι τῶν ἐν
13. ἡμῖν σωμάτων ἔμφυτον ὑπάρχει, τουτέστιν ἀρχέγονον. αὐτὸς
14. γὰρ ἐπίσταται τοὔνομα καὶ γεγραμμένον ἐν τοῖς Ἱπποκρατείοις
15. βιβλίοις καὶ συνημμένον ἐκεῖνο τὸ σῶμα τὸ ἐξ
16. ἀρχῆς ὑπάρχον τοῖς γεννωμένοις, τουτέστιν ἐξ οὗ τὴν πρώτην
17. ἔσχηκε γένεσιν. ἆρ’ οὖν ἄλλο τι τοῦτ’ ἐστὶ πλὴν καταμηνίου
1. καὶ σπέρματος; ἐγὼ μὲν οὐδὲν οἶδα τρίτον, ἀλλ’
2. ἐπεὶ περ ἡ τοῦ σώματος οὐσία τοῖς γεννωμένοις ἐκ τούτων
3. ἐστὶ τῶν ἀρχῶν, ἡ μὲν ἀκριβῶς πρώτη σύστασις οὐκ ἐκ
4. πλείστων ἂν εἶναι λέγοιτο τῶν εἰρημένων σωμάτων, ἀλλ’
5. ἐκ μόνων. καίτοι τί λέγω τὴν πρώτην ἀκριβῶς; εἰ γὰρ
6. ἀναμνησθείημεν ὁποίαν τινὰ διηγήσατο τὴν ἑκταίαν γονὴν
7. Ἱπποκράτης, εἰσόμεθα σαφῶς ἔτι διαμένον ἐν αὐτῇ τὸ ἔμφυτον
8. σῶμα. πρὶν γὰρ ὀστοῦ τινα φύσιν ἢ φλεβὸς ἢ ἀρτηρίας
9. ἢ νεύρου ἢ χόνδρου ἢ συνδέσμου ἐν τῷ κυήματι
10. φαίνεσθαι, μόνον αὐτοῖς ὑπάρχει θερμὸν σῶμα τὸ ἔμφυτον.
11. ἀδιάπλαστος γάρ τις σὰρξ μαλακὴ παραπλήσιος αἵματος
12. θρόμβῳ διαδέχεται τὴν πρώτην τοῦ κυήματος ἰδέαν, ἐν
13. αὐτῇ τινας ἔχουσαν, καθάπερ Ἱπποκράτης ὠνόμασεν, οἶον
14. αἱμάλωπας ἐκ τῆς τοῦ σπέρματος οὐσίας, τῆς ἐν αὐτῇ λευκότητος
15. ὑπαρχούσης, ὕστερον δ’ ἐκ πολλῆς τῆς ἀλλοιώσεως
16. συνεχῶς γιγνομένης, ὀστοῦ τις ὑπογραφὴ καὶ χόνδρου καὶ
17. συνδέσμου καὶ νεύρου καὶ ἀρτηρίας καὶ φλεβὸς ἀποτελεῖται,
18. καθ’ ὃν ἤδη χρόνον μένον ἔτι τὸ ἔμφυτον θερμὸν σῶμα
1. τοῖς κυουμένοις ἐστὶν, ἀλλὰ πλεῖστον ἀεί τε καὶ μᾶλλόν ἐστιν
2. ὅσον αὔξεται τὰ κυούμενα. τὸ μὲν ἔμφυτον αὐτῶν σῶμα
3. θερμὸν, ὅπερ ἦν αἷμα καὶ σπέρμα μεῖον γίγνεται. ποικιλία
4. δὲ ἐπικτήτων προσγίνεται σωμάτων. οὐδὲν γὰρ τῶν εἰρημένων
5. τοῖς ζώοις ἔμφυτόν ἐστιν, ἀλλ’ ἐπίκτητα πάντα καὶ
6. εἴπερ ὅλον τ’ ἦν γενέσθαι ποτε ζῶον ὄστινον ἢ νεύρινον,
7. ἐφθείρετ’ ἂν οὕτως τὸ ἔμφυτον θερμόν. ἀλλὰ τοῦτο μὲν
8. ἀδύνατον, ἐπικρατεῖν δὲ τὴν τῶν ὀστῶν καὶ χόνδρων καὶ
9. συνδέσμων καὶ νεύρων καὶ ἀρτηριῶν οὐσίαν ἐγχωρεῖ. τὰ
10. γοῦν εἰς ἔσχατον γῆρας ἀφικόμενα τῶν ζώων ἐλαχίστην
11. ἔχοντα τὴν αἱματώδη φύσιν ὀλίγου δεῖν, ἐξ ὀστῶν
12. μόνων καὶ νεύρων, ὑμένων τε καὶ συνδέσμων, ἀρτηριῶν τε
13. καὶ φλεβῶν καὶ χόνδρων σύγκειται. ἐκ γὰρ μὲν ὅλων τῶν
14. τοῦ ζώου μορίων ἡ μόνη σὰρξ αἱματώδης ἐστὶν, ἣν ἐλαχίστην
15. ἔχει τὰ γεγηρακότα, καὶ ταύτην ὀλίγαιμόν τε καὶ σκληράν.
16. τῶν δ’ ἄλλων τῶν εἰρημένων μορίων οὐδὲν αἱματῶδες
17. ὑπάρχει. οὔκουν ἁπλῶς χρὴ τῷ τῆς οὐσίας ὄγκῳ μετρεῖν
18. τὸ ποσὸν τοῦ συμφύτου σώματος, ὅπερ ἐπὶ τῆς δραστικωτάτης
1. τῶν ἐν αὐτῷ ποιοτήτων ἔμφυτον ὠνόμασται
2. θερμὸν, ἀλλὰ παραβάλλοντας τοῖς οὐκ ἐμφύτοις σκοπεῖσθαι
3. τὴν ἀναλογίαν. ὡς γὰρ ἐν τῷ βαλανείῳ πολὺν ἀτμὸν ἢ νὴ
4. Δία καπνὸν ἤ τι τοιοῦτον ἕτερον εἶναί φαμεν, οὐ πρὸς τὸ
5. μέγεθος ἀναφέροντες ἁπλῶς τῶν οἰκιῶν, ἀλλὰ πρὸς τὸν οἰκεῖον
6. ἀέρα τοῦ βαλανείου, οὕτως καὶ κατὰ τὸν ἄνθρωπον
7. ἐροῦμεν ἤτοι πλείστην εἶναι τὴν οὐσίαν ἢ ὀλίγην τοῦ
8. ἐμφύτου θερμοῦ, παραβάλλοντες τοῖς οὐκ ἐμφύτοις σώμασιν.
9. αἱματωδέστατα γὰρ ἅπαντα ἔχει τὸ βρέφος, ἄχρι καὶ τοῖς
10. ὀστοῖς ἐμφαίνεσθαί τι τοιοῦτον. ἔμπαλιν δὲ οἱ γέροντες
11. ἀναιμότατα πάντ’ ἔχουσιν ἄχρι τῶν σαρκῶν· καὶ γὰρ ταύταις
12. ἐλάχιστον αἵματος ὑπάρχει. ἀλλ’ ἢν ἔμφυτον σῶμα
13. θερμὸν τὸ αἷμα περαίνοιτ’ ἂν οὖν ἐκ τῶνδε πλεῖστον μὲν
14. εἶναι τὸ ἔμφυτον θερμὸν σῶμα τοῖς αὐξανομένοις, ἐλάχιστον
15. δὲ τοῖς γεγηρακόσιν. οὕτως δὲ καὶ τὸ σπέρμα συγκείμενον
16. ἔκ τε τῆς ὀῤῥώδους ὑγρότητος καὶ τοῦ πνεύματος
17. τοῦ κατ’ αὐτὴν, ἐλάχιστον μὲν ἐν τοῖς γεγηρακόσι, πλεῖστον
18. δ’ ἐστὶν ἐν τοῖς τῶν αὐξανομένων σώμασι, καὶ τούτων μάλιστα
1. ἐν τοῖς νεωτάτοις, ὡς ἐν τοῖς περὶ σπέρματος ὑπομνήμασιν
2. ἀπεδείξαμεν. εἰ γοῦν ἀπορήσεις, εἰ ῥᾳδίως ἀναλίσκεται
3. καὶ διαῤῥεῖ τὸ σῶμα τῶν αὐξανομένων; καὶ μὴν
4. ἐπὶ γε τῶν ἄλλων οὐκ ἀγνοεῖς ὕδωρ μὲν θερμὸν ἢ ἔλαιον
5. ἤ τι τῶν οὕτως ὑγρῶν ἐλαχίστῳ διαφορούμενον ὅλον. οὔτε
6. γὰρ γῆν οὔτε λίθον οὔτ’ ἄλλο τῶν ψυχρῶν φύσει καὶ ξηρῶν.
7. δύο μὲν γάρ εἰσιν ἐν ἅπασι τοῖς οὖσιν ἐπιτηδειόταται
8. ποιότητες εἰς διαφόρησιν, ὑγρότης καὶ θερμότης, δύο
9. δὲ ἔμπαλιν εἰς διαμονὴν, ξηρότης καὶ ψυχρότης, ὥστ’ οὐδὲν
10. θαυμαστὸν, εἰ τὰ μὲν τῶν παιδίων σώματα διά τε τὴν
11. ὑγρότητα καὶ θερμότητα ῥᾳδίως διαπνεῖται, τὰ δὲ τῶν γερόντων
12. οὐ ῥᾳδίως ὑπὸ ξηρότητος καὶ ψύξεως πεπηγυῖαν
13. ἐχόντων τὴν οὐσίαν δὲ ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν
14. ἐχρῆν ἐπιτιμηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν οὖν
15. ἐφάνης ἕν τι τῶν πρώτων μαθημάτων, ὃ μηδεὶς τῶν εἰσηγμένων
16. νομίμως ἀγνοεῖ. πολλὴν μὲν γὰρ οὐσίαν ἁπλῆν ὁ
17. τοῦ σώματος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων
1. ὑπάρχουσαν ἡ τῶν μιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν
2. ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων. οὕτω γοῦν καὶ μιγνύντες
3. οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον
4. λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὔθ’ ἕτερον, ὅταν εἰς συμμετρίαν
5. κράσεως ἥκωσιν. ἔμπληκτος δ’ οὐδεὶς οὕτως ἐστὶν, ὡς ἐμβαλὼν
6. εἰς οἴνου πίθον ὕδατος κοτύλην πλεῖον εἷναι λέγει
7. ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ μικρὸν ποτήριον, ὅταν
8. οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων, ὁ μὲν εἶς
9. ὕδατος, οἱ δὲ δύο ὑπάρχουσιν οἴνου. Λύκος δὲ, ὡς οἶμαι,
10. καὶ τὴν τετραφάρμακον ὀνομαζομένην δύναμιν, ἐκ κηροῦ
11. καὶ στέατος καὶ πίττης καὶ ῥητίνης, ἴσων ἁπάντων συντεθειμένων,
12. οὐ φήσει πλείονα μὲν πίτταν ἔχειν, ἐὰν διπλασίαν
13. τις ἐμβάλλῃ τῶν ἄλλων, ἀλλὰ κἀνταῦθα ἐπισκέψασθαι,
14. πότερον πίθος ὅλος ἐστὶ μεστὸς τῆς τετραφαρμάκου
15. δυνάμεως ἢ μικρόν τι λεκάριον, εἴτα τὸν πίθον ἐρεῖ
16. πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ μὲν ἐξ
17. ἴσων ἦν τῶν τεττάρων, ἡ πίττα δὲ ὑπάρχει διπλασία τῶν
18. ἅλλων ἐν τῷ λεκαρίῳ. εἴπερ οὖν ἅπαντα τὰ τοιαῦτα ἁμαρτήματα
1. τῶν ἄλλων μὴ δυναμένων ἐστὶ διακρῖναι τὸ κατ’
2. ἀναλογίαν καὶ μίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν μέτρον
3. ἁπλῶς οὕτω λεγομένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον ἐφ’ ὃν
4. ὁ Λύκος ἐνεκάλεσεν Ἱπποκράτει· ἥ τε γὰρ οὐσία τοῦ ἐμφύτου
5. θερμοῦ πλείστη τοῖς αὐξανομένοις ἐστὶν, ὡς πρὸς τὴν
6. τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως,
7. ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες,
8. ὥσπερ γε τῷ καὶ αἱ δυνάμεις. οὕτω γοῦν κἂν εἰς
9. τὴν τετραφάρμακον ἐμβάλῃς πλέονα τῆς τῶν ἄλλων ἀναλογίας
10. τὴν πίτταν, οὐ τὴν οὐσίαν μόνον αὐτῆς, ἀλλὰ καὶ τὴν
11. ποιότητα καὶ τὴν δύναμιν ἐρεῖς ἐνδεῖξαι πλείονα καὶ διὰ
12. τοῦτο καὶ τὸ ὑγρὸν ὅπερ ἂν τῆς πίττης ηὐξῆσθαι. δῆλον
13. οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σημαινόμενα τὰ πρὸς
14. τοῦ Λύκου γεγραμμένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ
15. τὴν τετραφάρμακον εἶναι τό τ’ ἔμφυτον θερμὸν τοῖς ζώοις.
16. ἔτι δὲ μᾶλλον ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ
17. μιγνύμενα, κατάδηλόν ἐστι κατὰ τοὺς τρεῖς τρόπους, οὓς
18. ὁ Λύκος εἶπεν, ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ
1. τοῦδε τοῦ φαρμάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται
2. μὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου
3. καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθμῷ,
4. δύναιτό τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάμενον ἀναμίξαι
5. τοῖς ἄλλοις ἴσοις, οἷον εἰ τύχοι τὴν ἀριστολοχίαν. ἀληθὲς
6. οὖν ἐστι κατὰ τὴν αὐτῶν μίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ
7. καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλεῖόν ἐστι καὶ κρατεῖ
8. τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ
9. βαλανείου τις εἴποι, μὴ μόνον ἔχοντος ἐν αὐτῷ τὸν εὔκρατον
10. ἀέρα, προσειληφότα δὲ τι καὶ καπνοῦ καὶ ἀτμοῦ. δύναται
11. γὰρ ἐκ τούτων ποτὲ μὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ
12. δὲ ὁ ἀτμὸς, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου.
13. τὸ δ’ ἁπλῶς οὐ τῷ πλείονι κατὰ τὴν τῆς οὐσίας
14. ὑπεροχὴν λέγομεν, ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι καὶ
15. τὴν ἀπ’ αὐτῆς ἐνέργειαν ἀναγκαῖόν ἐστιν ὑποκείσθω γοῦν
16. εἶναι τὴν οὐσίαν τοῦ καπνοῦ πλείονα τῆς τῶν ἄλλων δυοῖν,
17. ὀρθῶς ἐρεῖς τηνικαῦτα καὶ τὴν ποιότητα τοῦ καπνοῦ τῆς
18. τῶν ἄλλων ποιότητος εἶναι πλείονα καὶ τὴν ἐνέργειαν. ὁμολογούμενον
1. δὲ οὐ πλείονα γίγνεσθαι ποιότητα ποιότητος,
2. ἀλλὰ σφοδροτέραν, ὥσπερ γε καὶ ἀμυδροτέραν, οὐκ ἐλάττω,
3. παμπόλλης οὕσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν
4. ὅλῳ τῷ βιβλίῳ καὶ κατὰ πάσας τὰς τέχνας. καὶ τί δεῖ
5. τῶν ἄλλων μνημονεύειν ἔχοντας ἐναργῶς τοῦ λόγου μαρτύριον
6. ἐπ’ αὐτῶν τῶν πυρετῶν, οὓς ὁσημέραι πάντες ποτὲ
7. μὲν μείζονας ἢ ἐλάττονας ἀλλήλων γεγονέναι φασὶ, ποτὲ δὲ
8. ἔλαττον ἢ πλέον πυρέττειν, τὸν δὲ τοῦδε κατὰ τὸν αὐτὸν
9. χθὲς ἢ σήμερον. οὕτως οὖν ὑποκειμένου λέγεσθαι τοῦ κατὰ
10. τὴν ποιότητα πλέονος οὐδὲν θαυμαστὸν, ἐν ᾧ βαλανείῳ
11. πλείων ἐστὶν οὐσία καπνοῦ καὶ τὴν ποιότητα φάναι γεγονέναι
12. πλείονα καὶ τὴν ἐνέργειαν, εἰ μὲν κυρίως ὀνομάζομεν
13. ἰσχυράν τε καὶ σφοδροτέραν, εἰ δὲ καταχρώμενοι μείζονά τε
14. καὶ πλείονα. δήξεται γὰρ δηλονότι τοὺς ὀφθαλμοὺς ὁ καπνὸς
15. εἰς ὅσον αὐξάνεται καὶ τὴν οὐσίαν, ὥστ’ ἀεὶ ταῖς οὐσίαις
16. συναυξανομένων τῶν οἰκείων αὐταῖς ποιοτήτων καὶ τῶν
17. ἐνεργειῶν, ἀληθῶς ἂν εἴποι τις ἐν τῷ τοιούτῳ βαλανείῳ πλεῖστον
18. εἶναι τὸν καπνόν. ὑποκείσθω δὲ πάλιν, ὡς ἐλέγομεν,
1. ἀτμοῦ τε καὶ καπνοῦ κατὰ τὸ βαλανεῖον ὑπάρχειν, ἡ δ’ οἰκεία
2. τοῦ ἀέρος οὐσία, πλείστη κατὰ τὴν ἀναλογίαν οὖσά τε
3. καὶ γιγνομένη τοῦ τοῖς ζώοις ἐμφύτου θερμοῦ λεχθήσεται
4. γὰρ καὶ νῦν ἐν τῷ βαλανείῳ πλεῖστον εἶναι τὸ οἰκεῖον θερμόν.
5. ἆρ οὖν ἀποδεῖ τι τούτου τὸ καὶ τοὺς ἐν τῷ ζώῳ
6. χυμοὺς, ἐξ ὧν ἀτμιζόντων ἡ προσπίπτουσα θερμασία τοῖς
7. ἁπτομένοις ἔξωθέν ἐστιν; ἄλλη μὲν γὰρ ἀπὸ τοῦ αἵματος
8. ἀνάπτεται θερμότης, ἄλλη δὲ ἀπὸ τοῦ φλέγματος, ἄλλη δὲ
9. ἀπὸ τῆς ξανθῆς ἢ μελαίνης χολῆς. ἐπὶ μὲν οὖν τῶν παιδίων
10. ἡ οὐσία τοῦ αἵματος πλείστη κατὰ τὴν τῆς μίξεως
11. ἀναλογίαν. τούτου γὰρ ἀναμιμνήσκειν ἀεὶ δεῖ, καθάπερ
12. ὑπὸ ληθάργου κατεχομένους, τοὺς τὰ τοιαῦτα ληροῦντας
13. ὁποῖα Λύκος ἔγραψεν, ἥ τε συναυξανομένη ποιότης οὖσα χρηστὴ
14. καὶ φίλιος, οὐκ ἀνιαρὰ καὶ δακνώδης τοῖς ἁπτομένοις,
15. ἤ τ’ ἐνέργεια, καθ’ ἣν αἱ πέψεις οὐ κνισώδεις γίνονται
16. οὐδ’ ὀξώδεις ὡς ἐπὶ φλέγματος. κατὰ πάντας οὖν
17. τοὺς τρόπους, ὦ γενναιότατε Λύκε, τοῖς αὐξανομένοις πλέον
18. ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὥστ’ οὐδὲν Ἱπποκράτης ἥμαρτεν,
1. ἀλλὰ σὺ μᾶλλον ἐξηλέγχθης ἐπηρεάζων. ἐνεδείξω γὰρ ἐξ ὧν
2. ἔγραψας οὐδ’ ὅλως εἰσηγμένος ὑπὸ διδασκάλων τῶν Ἱπποκρατείων
3. ἐπαΐειν τι δογμάτων ἐγκαλῶν τε προφανῶς οἷς
4. οὐδ’ ὅλως οἶσθα, τήν τ’ ἀντιλογίαν ἀμαθεστάτην ποιούμενος
5. ἐφωράθης, τὴν δι’ αὐτῆς ἀνατρέπειν ἐγχειρῶν ἁπάσης
6. τέχνης σύστασιν, ἀγνοῶν δὲ ἃ περὶ τούτων ἔγραψε Πλάτων
7. πολλάκις ἐναντία λέγεις σαυτῷ, λυμαινόμενος τοῖς νέοις,
8. ὅσοι καθάπερ σὺ λογικῆς θεωρίας ἀγυμνάστως ἔχοντες
9. ἀγνοοῦσι διακρίνειν ἀληθεῖς λόχους ψευδῶν. ἐφ’ ἅπασι δὲ
10. τούτοις τολμηρότατός τε ἅμα καὶ φλύαρος ὤφθης, ἐπιχειρήσας
11. γράφειν ἐξηγήσεις τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων
12. ἄνευ τοῦ μεμαθηκέναι πρότερον αὐτά.
⟨
(Adv. Lycum) [n° 103 Fichtner] [GalLat]
Adversus Lycum
Πρὸς Λύκον
Contre Lycos
Against Lycus (Adv. Lyc.)
Wenkebach, 1951.
Adversus Lycum, 1829, vol. 18a, p. 196-245. urn:cts:greekLit:tlg0057.tlg093.verbatim-lat1
Adversus Lycum, 7, ed. Kühn, 1829, vol. 18a, p. 235-245. urn:cts:greekLit:tlg0057.tlg093.1st1K-grc1:7
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩