ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΤΑ ΑΝΤΕΙΡΗΜΕΝΑ
ΤΟΙΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙΣ
ΥΠΟ ΙΟΥΑΙΑΝΟΥ ΒΙΒΛΙΟΝ.
1. Ἄμεινον μὲν ἦν, ὥσπερ οἱ νομοθέται τοὺς ψευδῶς
2. ἐγκαλέσαντας ὁμοίως τιμωροῦνται τοῖς ἐγκληθεῖσιν,
3. εἴπερ ἥλωσαν, οὕτω καὶ τοὺς ἀντιλέγοντας ψευδῶς ὧν οὐκ
4. ἔμαθον ὑπέχειν ἀξίαν ὧν πλημμελοῦσι τιμωρίαν ἐπεὶ δ’
5. οὐκ οἶδ’ ὅπως ὕβρεως μὲν ἐφεῖται δικάζεσθαι, νόμος δ’
6. οὐδεὶς κεῖται περὶ τῶν ψευδῶς ἐγκαλούντων, εἰκότως οἶμαι
1. κατὰ τῶν ἀρίστων ἀνδρῶν οἱ σκαιότατοι λέγειν τολμῶσιν.
2. ἐχρῆν γὰρ ὥσπερ ἐν Αἰγύπτῳ πάλαι τῶν κατὰ τὰς τέχνας
3. εὑρισκομένων ἕκαστον ὑπὸ κοινοῦ συνεδρίου τῶν πεπαιδευμένων
4. κριθὲν ἐνεγράφετο στήλαισί τισιν ἀποκειμέναις ἐν
5. ἱεροῖς χωρίοις, οὕτω καὶ παρ’ ἡμῖν εἶναί τι συνέδριον ἀνδρῶν
6. δικαίων τε, ἅμα καὶ πεπαιδευμένων, οἳ δοκιμάζοντες
7. τὰ νέα συγγράμματα θήσουσι μὲν ἐν δημοσίοις χωρίοις
8. τὰ χρηστὰ. διαφθεροῦσι δ’ ὅσα μοχθηρὰ, βέλτιον δ’ ἦν,
9. εἰ μηδὲ τοὔνομα τοῦ γράψαντος ἐφύλαττον, ὥσπερ οὐδ’ ἐν
10. Αἰγύπτῳ τὸ ἀρχαῖον. ἐκωλύθη γὰρ ἂν οὐχ ἥκιστα κἀκ
11. τοῦδε τῶν φιλοτίμων ἡ περὶ δόξαν ἄμετρος σπουδή.
12. νῦν δ’ ἐπειδὴ καὶ γράφειν ἔξεστιν ἅπασι καὶ κρίνειν τοῖς
13. ἐπιτυχοῦσιν, εὐδοκιμοῦσι παρὰ τοῖς πολλοῖς οἱ τολμηρότατοι,
14. καθάπερ ὁ Θεσσαλὸς ὧν ἔγραψε λοιδορηθεὶς Ἱπποκράτει
15. καίτοι βιβλίον ἓν συνθεὶς, ἐν ᾧ καθάπερ οἴεται,
16. τοὺς ἀφορισμοὺς ἐξελέγχει δεικνὺς ἐναργῶς ἡμῖν ἑαυτὸν οὐδὲ
1. τοὐλάχιστον ἐπιστάμενον τῆς Ἱπποκράτους τέχνης. καίτοι
2. δίκαιόν γε ἦν ἐκμαθόντα πρότερον αὐτὴν οὕτως ἐπιχειρεῖν
3. ἀντιλέγειν, ἣ τοῦτο μὲν ἴσως οὐκ ὀρθῶς εἶπον. οὐ γὰρ ἂν
4. ἐτόλμησε τοῖς ἀληθέσιν ἀντειπεῖν, εἵπερ ἔμαθεν αὐτὴν πλὴν
5. εἰ παντάπασιν ἀναίσχυντός τις ἦν οἷος καὶ ὁ νῦν ἐπὶ τῆς
6. Ἀλεξανδρείας γέγονεν Ἰουλιανὸς, οὖ βίβλους εἶναί φασιν
7. ὀκτὼ καὶ τεσσαράκοντα πρὸς τοὺς Ἱπποκράτους ἀφορισμοὺς,
8. ἐξ ὧν ἔναγχος ἔλαβε τὴν δευτέραν, ἐν ᾗ τὸν ἀφορισμὸν,
9. ὡς οἴεται, ψευδῆ εἶναι τοῦτον· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης
10. καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γιγνομένοισιν,
11. ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ
12. εὐφόρως φέρουσιν, ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὴ καὶ κενεαγγείη,
13. ἢν μὲν οἷα δεῖ γίγνεσθαι γίγνηται, συμφέρει τε
14. καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ, τοὐναντίον. χάρις γε τύχῃ
15. τοῦτο ἡμῖν πρῶτον ἐγχειρισαμένῃ τὸ βιβλίον, ὅπως μὴ μάτην
16. ὁ χρόνος τρίβοιτο μακρὸν ἀναγινωσκόντων ὧν ἔγραψε
17. πρὸς τὸν πρῶτον ἀφορισμὸν, ὧν ἑξῆς ἁπάντων ἐστὶ προοίμιον.
18. ἴσως γὰρ ἂν ἠναγκάσθην τι καὶ πρὸς ἐκεῖνα γράψας
1. οὐδὲν μέγα δοκεῖν πεποιηκέναι, διὰ τὸ μηδέπω θεωρίας ἰατρικῆς
2. ἅπτεσθαι τὸν λόγον. ἀλλ’ ὅ γε προειρημένος ἀφορισμὸς
3. οὐ περὶ μικρῶν τῆς τέχνης διαλέγεται, συμβουλεύων
4. τὸν ἰατρὸν τῶν αὐτομάτων γιγνομένων κενώσεων, διά
5. τε τῆς ἄνω καὶ κάτω γαστρὸς μιμεῖσθαι τὰς ὠφελούσας,
6. καὶ διδάσκει γε τίνες εἰσὶν αὗται καὶ πῶς αὐτὰς γνωριοῦμεν,
7. ὥσπερ γε καὶ τίνες αἱ βλάπτουσαι σὺν τοῖς οἰκείοις
8. γνωρίσμασιν. εἰ μὲν οὖν ἐμεμαθήκει τὴν τέχνην Ἰουλιανὸς
9. ὑπὸ διδασκάλων Ἱπποκρατείων, οὐκ ἂν ἐτόλμησε τοῖς ἀληθέσιν
10. ἀντιλέγειν. ἐπεὶ δὲ οὔτ’ αὐτὸς οὔθ’ ὁ τῆς τοιαύτης
11. ἐμπληξίας ἡγεμὼν αὐτοῦ Θεσσαλὸς ἐγνώκασι τὴν τῶν Ἀσκληπιαδῶν
12. τέχνην, θαυμαστόν γ’ οὐδὲν ἀγνοεῖν αὐτοὺς ἃ μηδ’
13. οἱ χωρὶς λόγου φάσκοντες ἰατρεύειν ἠγνόησαν. ἀκοῦσαι
14. γοῦν ἐστιν ἐκείνων λεγόντων αὐξηθῆναι μάλιστα τὴν τέχνην
15. ἐκ τῆς μιμητικῆς πείρας. ὅσα γὰρ ἐκ περιπτώσεως γενόμενα
16. τοὺς κάμνοντας ὠφέλησε, ταῦθ’ ἡμεῖς, φασὶ, μιμούμενοι
17. πολλάκις συνεστησάμεθα καὶ διαιρούμενοι ταῦτα
18. φυσικὰ μὲν ὀνομάζουσιν ἐν ἐκ τοῦ σώματος ἡ αἰτία. κατὰ
1. τύχην δὲ γίγνεσθαί φασιν ὧν ἔξωθεν, ὥστε μὴ μόνης φύσεως,
2. ἀλλὰ καὶ τύχης εἶναι μιμητικὸν τὸν ἰατρόν. εἴρηται
3. γοῦν ὑπ’ ἐκείνων τῶν ἀνδρῶν ἄλλα τε πολλὰ τῶν κατὰ τύχην
4. ὠφελησάντων παραδείγματα καὶ ὁ τὴν ἐν μετώπῳ
5. φλέβα διακοπεὶς ἐκ τοῦ καταπεσεῖν. ἐπεὶ γὰρ ὁμοίως διακειμένου
6. τὴν αὐτὴν φλέβα τεμεῖν ἐτόλμησαν, φασὶν, ἐλπίδι
7. τῆς αὐτῆς ὠφελείας. ἀλλὰ καὶ γαστὴρ ἀξιολόγως ὑπελθοῦσα
8. φλεγμαινόντων ὀφθαλμῶν, εἶτ’ ὀνήσασα μεγάλως ἐπὶ τὴν
9. τοῦ γενομένου μίμησιν ἡμᾶς προὐτρέψατο. ὡσαύτως δὲ
10. καὶ τοὺς ἰκτεριῶντας ἀθρόα χολωδῶν διαχωρημάτων [ἔμετος]
11. ὤφθη πολλάκις ὠφελοῦσα καὶ τοὺς ὑδεριῶντας ὑδατωδῶν
12. καὶ τοὺς τὸν καλούμενον ἐλέφαντα νοσοῦντας ἡ
13. τῶν μελανῶν χυμῶν κένωσις, καὶ ἐκ τούτων πρόδηλόν ἐστιν
14. ὅτι καὶ τοῖς ἰατροῖς προσήκει μιμεῖσθαι. καὶ τί δεῖ λέγειν
15. αὐτομάτους κενώσεις, ὅπου καὶ τὰ τῶν διδασκάλων ἔργα
16. μιμούμενοι μανθάνομεν τὴν τέχνην; ἢ Θεσσαλὸν μὲν, ἐὰν
17. διὰ κλύσματος οὗτινος ὑπαγωγοῦ τὴν γαστέρα θεραπεύσῃ
18. τὸν κάμνοντα, μιμητέον ἐστὶ τοὺς τούτου μαθητάς, ἐὰν δ’
1. αὐτομάτως ὑπελθοῦσα τύχῃ, φευκτέον; ἢ τῆς ἐμμήνου καθάρσεως
2. ἐχομένης, ἐὰν αἵματος μέγεθος γένηται τῇ γυναικὶ,
3. κἄπειτα Θεσσαλὸς ἤιοι κινήσας τὴν κάθαρσιν ἢ φλέβα τεμὼν
4. ἰάσηται τὸ πάθος, οὐκ ἂν ἁμάρτοιεν οἱ μαθηταὶ μιμούμενοι
5. τὸν διδάσκαλον, ἐὰν δ’ αὐτομάτως ῥαγέντων τῶν
6. καταμηνίων ἡ κάμνουσα ῥᾳστωνήσῃ, τοῦτο οὐκέτ’ αὐτοὺς
7. μιμητέον; καὶ μὴν οὐδὲν διαφέρει πρὸς τὴν ἑκατέραν μίμησιν
8. ἄν θ’ ὑπὸ τῆς μαίας ἄν θ’ ὑπὸ τοῦ Θεσσαλοῦ κινηθέντων
9. τῶν καταμηνίων ἄν τε καὶ χωρὶς τούτων αὐτομάτως
10. ἐκκριθέντων ἡ κάμνουσα ῥᾳστωνήσῃ. διὰ γάρ τοι
11. τὴν κένωσιν, οὐ διὰ τὸ ποιῆσαι αὐτὴν ἡ ὠφέλεια γίγνεται,
12. καὶ τοῦτο διδάσκων ὁ Ἱπποκράτης ἔγραψε τὸν ἀφορισμὸν
13. ἐκεῖνον· γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων
14. λύσις. ὅπως ἂν ῥαγῇ, φησὶ, τὰ καταμήνια λύσις
15. ἔσται τοῦ παθήματος, εἴτε φυσικῶς εἴτε καὶ ἡμῶν τοῦτο
16. ἐργασαμένων. οὐ γὰρ τὰ ποιῆσαν αἴτιον, ἀλλὰ τὸ γινόμενον
17. ὠφελεῖ τὴν νοσοῦσαν. ἓν μόνον ὑπαρχέτω τοῖς καταμηνίοις
18. τὸ ἀθρόως ἐκκριθῆναι, ὅπως ὁ Ἱπποκράτης ὠνόμασε,
1. ῥαγέντων, ἔθος ὂν αὐτῷ τὰς ἀθρόας κενώσεις οὕτω
2. προσαγορεύειν, ὡς εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἰρῆσθαι,
3. γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ἀθρόως ἐκκριθέντων
4. λύσις. ἐπιλείποι δ’ ἄν με ἡ ἡμέρα διερχόμενον ὅσα μιμοῦνται
5. τῶν αὐτομάτως γιγνομένων οἱ ἄνθρωποι, οὐ μὴν
6. οὐδ’ ἀμφισβητεῖ τις ἕτερος, ἀλλ’ ὡς κοινήν ἔννοιαν δέχονται,
7. πλὴν τῶν μιαρῶν σοφιστῶν, ὅσοι περὶ μὲν τὰ τῆς τέχνης
8. ἔργα καὶ τῶν ἰδιωτῶν εἰσι χείρους, ἱκανοὶ δ’ ἀπαναισχυντῆσαι
9. καὶ μακρὰς φλυαρίας συνθεῖναι κατὰ τῶν ἀρίστων
10. ἰατρῶν, οἷος καὶ νῦν γέγονεν Ἰουλιανὸς οὗτος, ὃν οἱ
11. πάντες μὲν ἴσασι μηδεπώποτε τῶν τῆς τέχνης ἔργων μεταχειρισάμενον,
12. ἀναισχύντως δ’ ὑβρίζοντα τοὺς παλαιοὺς
13. ἰατρούς.