14. Ἅ γ’ οὖν ἐτόλμησε γράψαι πρὸς τὸν ἀρτίως εἰρημένον
15. ἀφορισμὸν οὐδ’ εἰπεῖν οἷόν τε πηλίκην ἤτοι γε ἀμαθίαν ἢ
16. ἀναισχυντίαν ἢ τόλμην ἐνδείκνυται, μᾶλλον δ’ εἰ χρὴ
1. τἀληθὲς εἰπεῖν καὶ ταῦτα πάντα καὶ τούτων ἔτι πλείω. τάχα
2. μὲν οὖν ἄμεινον ἦν μηδ’ ἀντιλογίας ἀξιοῦν αὐτὰ τῆς διὰ
3. γραμμάτων, μηδ’ ἀπολλύναι τινὰ καὶ πρὸς τοῦτο χρόνον.
4. δεηθέντων δέ μου λιπαρῶς πάνυ πολλῶν φίλων, ὅσα προκομισθέντος
5. μοι τοῦ βιβλίου, καθ’ ὃ τὸν προειρημένον ἀφορισμὸν
6. ἐξελέγχειν Ἰουλιανὸς ἐπεχείρει, διῆλθον ἐν ὑπομνήμασιν
7. αὐτὰ παρασχεῖν, ὑπέμεινα καὶ τοῦτον οὐ σμικρὸν
8. ἆθλον, ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, πολὺ μείζω τῶν
9. κατὰ τοὺς αὐτοσχεδίους, οὓς ἡμερῶν ἕξ ἢ πλεόνων ἐποιησάμην,
10. ἐπιδεικνὺς τὸ πλῆθος τῶν λήρων τῶν Ἰουλιανοῦ
11. λόγων, ὧν ἐνέγραψε τῷ βιβλίῳ. κυριώτατον γὰρ ἄν τις
12. εἴποι τοῦτο δὴ τὸ σύνηθες λεγόμενον, ὡς οὐδέν ἐστιν ἀπεραντολογώτερον
13. τἀνθρώπου. Θερσίτης δέ τις μοῦνος ἀμετροεπὴς
14. ἐλάλει, τούτῳ μᾶλλον ἂν ἢ Θερσίτῃ πρέπει, πάντας ὑπερβάλλοντα
15. τοὺς πώποτε γεγονότας ἐν ἀμετροεπίαις. καὶ
16. τοίνυν οἱ παραγενόμενοι τοῖς λόγοις ἀναγινωσκόμενοι αὐτοὺς,
1. δύο ταύτας ἔθεντο προσηγορίας τἀνθρώπῳ, τὴν ἀμετροεπίαν
2. καὶ τὴν ἀπραντολογίαν, ὥστ’ οὐκ ἐμοῦ σωφρονίζοντος,
3. ἀλλ’ Ὀδυσσέως τινὸς ἐδεῖτο τοῦ τῷ σκήπτρῳ καθεζομένου.
4. σωφρονίσαι γὰρ τὸν οὕτως ἔμπληκτον οὐδ’ αὐτὸς
5. ὁ τῶν Μουσῶν δύναται χορός. ἐπεὶ τοίνυν ἄκων ἠναγκάσθην
6. γράφειν, ταῦτα δ’ εἰσὶ μοι προοιμίου τινὸς, ὅπως μὴ
7. καταγνωσθῇ ὑπὸ τῶν ἀναγνωσομένων αὐτά. μέλλων γὰρ
8. ἐλέγχειν ἄνθρωπον ἔμπληκτον, ἀμαθῆ, δοξόσοφον, ἐν ἀπαιδεύτοις
9. μειρακίοις ἅπαντι τῷ βίῳ φλυαρήσαντα, παρ’ οἷς
10. ἐξ ὧν ἐβλασφήμει τοὺς παλαιοὺς ἐπίστευσέ τις εἶναι. δέομαι
11. οὖν συγχωρῆσαί μοι κολάσαι τὴν ἀπαιδευσίαν αὐτοῦ
12. λόγοις τραχυτέροις, ὧν οὐκ εἴθισμαι χρῆσθαι. δεινὸν γὰρ
13. εἰ τοῦτον ἐξέσται λοιδορεῖσθαι τῶν παλαιῶν τοῖς ἀρίστοις,
14. ἡμῖν δ’ οὐκ ἐξέσται δι’ ἀποδείξεων ἐναργῶν ἐξελέγχειν αὐτοῦ
15. τὴν ἀπαιδευσίαν. εἰς τοσοῦτον γὰρ ἥκει μεγέθους ὡς
16. οὐδ’ ὅθεν ἄρξηταί τις εὑρεῖν εὐπετές.
⟨
(Adv. Iul.) [n° 104 Fichtner] [GalLat]
Adversus ea quae Iuliano in Hippocratis aphorismos enuntiata sunt
Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Contre Julianos
Against Julian (Adv. Jul.)
Wenkebach, 1951.
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 1829, vol. 18a, p. 246-299. urn:cts:greekLit:tlg0057.tlg094.verbatim-lat1
Adversus ea quae Juliano in Hippocratis Aphorismos enunciata sunt, 2, ed. Kühn, 1829, vol. 18a, p. 252-254. urn:cts:greekLit:tlg0057.tlg094.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩